Thesauros Edebiyat Felsefe Ἐπιστολαί

Ἐπιστολαί

Ἐπιστολαί Plato
358 ὅτι μὲν οὖν ἥδιστόν ἐστιν ἐν τῷ βίῳ τὸ τὰ αὑτοῦ πράττειν, ἄλλως τε καὶ εἴ τις ἕλοιτο τοιαῦτα πράττειν οἷα καὶ σύ, σχεδὸν παντὶ δῆλον· ἀλλὰ κἀκεῖνο δεῖ σε ἐνθυμεῖσθαι, ὅτι ἕκαστος ἡμῶν οὐχ αὑτῷ μόνον γέγονεν, ἀλλὰ τῆς γενέσεως ἡμῶν τὸ μέν τι ἡ πατρὶς μερίζεται, τὸ δέ τι οἱ γεννήσαντες, τὸ δὲ οἱ λοιποὶ φίλοι, πολλὰ δὲ καὶ τοῖς καιροῖς δίδοται τοῖς τὸν βίον ἡμῶν καταλαμβάνουσι. καλούσης δὲ τῆς πατρίδος αὐτῆς πρὸς τὰ κοινά, ἄτοπον ἴσως τὸ μὴ ὑπακούειν· ἅμα γὰρ συμβαίνει καὶ χώραν καταλιμπάνειν φαύλοις ἀνθρώποις, οἳ οὐκ ἀπὸ τοῦ βελτίστου πρὸς τὰ κοινὰ προσέρχονται. περὶ τούτων μὲν οὖν ἱκανῶς, Ἐχεκράτους δὲ καὶ νῦν ἐπιμέλειαν ἔχομεν καὶ εἰς τὸν λοιπὸν χρόνον ἕξομεν καὶ διὰ σὲ καὶ διὰ τὸν πατέρα αὐτοῦ Φρυνίωνα καὶ διʼ αὐτὸν τὸν νεανίσκον.
358 Πλάτων Ἀριστοδώρῳ εὖ πράττειν.ἀκούω Δίωνος ἐν τοῖς μάλιστα ἑταῖρον εἶναί τέ σε νῦν καὶ γεγονέναι διὰ παντός, τὸ σοφώτατον ἦθος τῶν εἰς φιλοσοφίαν παρεχόμενον· τὸ γὰρ βέβαιον καὶ πιστὸν καὶ ὑγιές, τοῦτο ἐγώ φημι εἶναι τὴν ἀληθινὴν φιλοσοφίαν, τὰς δὲ ἄλλας τε καὶ εἰς ἄλλα τεινούσας σοφίας τε καὶ δεινότητας κομψότητας οἶμαι προσαγορεύων ὀρθῶς ὀνομάζειν. ἀλλʼ ἔρρωσό τε καὶ μένε ἐν τοῖς ἤθεσιν οἷσπερ καὶ νῦν μένεις.
358 Πλάτων Λαοδάμαντι εὖ πράττειν.ἐπέστειλα μέν σοι καὶ πρότερον ὅτι πολὺ διαφέρει πρὸς ἅπαντα ἃ λέγεις αὐτὸν ἀφικέσθαι σε Ἀθήναζε· ἐπειδὴ δὲ σὺ φῂς ἀδύνατον εἶναι, μετὰ τοῦτο ἦν δεύτερον, εἰ δυνατὸν ἐμὲ ἀφικέσθαι ἢ Σωκράτη, ὥσπερ ἐπέστειλας. νῦν δὲ Σωκράτης μέν ἐστιν περὶ ἀσθένειαν τὴν τῆς στραγγουρίας, ἐμὲ δὲ ἀφικόμενον ἐνταῦθα ἄσχημον ἂν εἴη μὴ διαπράξασθαι ἐφʼ ἅπερ σὺ παρακαλεῖς. ἐγὼ δὲ ταῦτα γενέσθαι ἂν οὐ πολλὴν ἐλπίδα ἔχω—διʼ ἃ δέ, μακρᾶς ἑτέρας δέοιτʼ ἂν ἐπιστολῆς ἥτις πάντα διεξίοι—καὶ ἅμα οὐδὲ τῷ σώματι διὰ τὴν ἡλικίαν ἱκανῶς ἔχω πλανᾶσθαι καὶ κινδυνεύειν κατά τε γῆν καὶ κατὰ θάλατταν οἷα ἀπαντᾷ, καὶ νῦν πάντα κινδύνων ἐν ταῖς πορείαις ἐστὶ μεστά.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi