Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 1

1.32 Ἄλλοι φασὶν ἡφαιστότευκτον εἶναι αὐτὸν καὶ δοθῆναι πρὸς τοῦ θεοῦ Πέλοπι γαμοῦντι· αὖθίς τε εἰς Μενέλαον ἐλθεῖν καὶ σὺν τῇ Ἑλένῃ ἁρπασθέντα ὑπʼ Ἀλεξάνδρου ῥιφῆναι εἰς τὴν Κῴαν θάλασσαν πρὸς τῆς Λακαίνης, εἰπούσης ὅτι περιμάχητος ἔσται. χρόνῳ δὲ Λεβεδίων τινῶν αὐτόθι γρῖφον ὠνησαμένων καταληφθῆναι καὶ τὸν τρίποδα, μαχομένων δὲ πρὸς τοὺς ἁλιέας γενέσθαι τὴν ἄνοδον ἕως τῆς Κῶ· καὶ ὡς οὐδὲν ἤνυτον, τοῖς Μιλησίοις μητροπόλει οὔσῃ μηνύουσιν. οἱ δʼ ἐπειδὴ διαπρεσβευόμενοι ἠλογοῦντο, πρὸς τοὺς Κῴους πολεμοῦσι. καὶ πολλῶν ἑκατέρωθεν πιπτόντων ἐκπίπτει χρησμὸς δοῦναι τῷ σοφωτάτῳ· καὶ ἀμφότεροι συνῄνεσαν Θαλῇ. ὁ δὲ μετὰ τὴν περίοδον τῷ Διδυμεῖ τίθησιν Ἀπόλλωνι.
1.33 Κῴοις μὲν οὖν τοῦτον ἐχρήσθη τὸν τρόπον· οὐ πρότερον λήξει νεῖκος Μερόπων καὶ Ἰώνων, πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστος βάλε πόντῳ, ἐκ πόλιος πέμψητε καὶ ἐς δόμον ἀνδρὸς ἵκηται, ὃς σοφὸς ᾖ τὰ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα. Μιλησίοις δέ· ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς; καὶ ὡς προείρηται. καὶ τόδε μὲν οὕτως.
1.33 Ἕρμιππος δʼ ἐν τοῖς Βίοις εἰς τοῦτον ἀναφέρει τὸ λεγόμενον ὑπό τινων περὶ Σωκράτους. ἔφασκε γάρ, φασί, τριῶν τούτων ἕνεκα χάριν ἔχειν τῇ Τύχῃ· πρῶτον μὲν ὅτι ἄνθρωπος ἐγενόμην καὶ οὐ θηρίον, εἶτα ὅτι ἀνὴρ καὶ οὐ γυνή, τρίτον ὅτι Ἕλλην καὶ οὐ βάρβαρος.
1.34 λέγεται δʼ ἀγόμενος ὑπὸ γραὸς ἐκ τῆς οἰκίας, ἵνα τὰ ἄστρα κατανοήσῃ, εἰς βόθρον ἐμπεσεῖν καὶ αὐτῷ ἀνοιμώξαντι φάναι τὴν γραῦν· σὺ γάρ, ὦ Θαλῆ, τὰ ἐν ποσὶν οὐ δυνάμενος ἰδεῖν τὰ ἐπὶ τοῦ οὐρανοῦ οἴει γνώσεσθαι; οἶδε δʼ αὐτὸν ἀστρονομούμενον καὶ Τίμων, καὶ ἐν τοῖς Σίλλοις ἐπαινεῖ αὐτὸν λέγων· οἷόν θʼ ἑπτὰ Θάλητα σοφῶν σοφὸν ἀστρονόμημα.
1.34 Τὰ δὲ γεγραμμένα ὑπʼ αὐτοῦ φησι Λόβων ὁ Ἀργεῖος εἰς ἔπη τείνειν διακόσια. ἐπιγεγράφθαι δʼ αὐτοῦ ἐπὶ τῆς εἰκόνος τόδε· τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψασʼ ἀνέδειξεν ἀστρολόγων πάντων πρεσβύτατον σοφίᾳ.
1.35 Τῶν τε ᾀδομένων αὐτοῦ τάδε εἶναι· οὔ τι τὰ πολλὰ ἔπη φρονίμην ἀπεφήνατο δόξαν· ἕν τι μάτευε σοφόν, ἕν τι κεδνὸν αἱροῦ· δήσεις γὰρ ἀνδρῶν κωτίλων γλώσσας ἀπεραντολόγους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi