Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 1

2.60 Πεισίστρατος ἑαυτὸν κατέτρωσεν, ἐκεῖθεν ἔφη ταῦτα φῦναι. τοῖς τε ἀνθρώποις συνεβούλευσεν, ὥς φησιν Ἀπολλόδωρος ἐν τῷ Περὶ τῶν φιλοσόφων αἱρέσεων, τάδε· καλοκἀγαθίαν ὅρκου πιστοτέραν ἔχε. μὴ ψεύδου. τὰ σπουδαῖα μελέτα. φίλους μὴ ταχὺ κτῶ· οὓς δʼ ἂν κτήσῃ μὴ ἀποδοκίμαζε. ἄρχε πρῶτον μαθὼν ἄρχεσθαι. συμβούλευε μὴ τὰ ἥδιστα, ἀλλὰ τὰ ἄριστα. νοῦν ἡγεμόνα ποιοῦ. μὴ κακοῖς ὁμίλει. θεοὺς τίμα, γονέας αἰδοῦ. φασὶ δʼ αὐτὸν καὶ Μιμνέρμου γράψαντος, αἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέω νμελεδωνέων ἑξηκονταέτη μοῖρα κίχοι θανάτου,
2.61 ἐπιτιμῶντα αὐτῷ εἰπεῖν· ἀλλʼ εἴ μοι κἂν νῦν ἔτι πείσεαι, ἔξελε τοῦτον· μηδὲ μέγαιρʼ ὅτι σεῦ λῷον ἐπεφρασάμην· καὶ μεταποίησον, Λιγυαστάδη, ὧδε δʼ ἄειδε· ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου.
2.61 Τῶν δὲ ᾀδομένων αὐτοῦ ἐστι τάδε· πεφυλαγμένος ἄνδρα ἕκαστον, ὅρα μὴ κρυπτὸν ἔχθος ἔχων κραδί ῃ, φαιδρῷ προσενέπῃ προσώπῳ, γλῶσσα δέ οἱ διχόμυθος ἐκ μελανῆς φρενὸς γεγωνῇ.
2.61 Γέγραφε δὲ δῆλον μὲν ὅτι τοὺς νόμους, καὶ δημηγορίας καὶ εἰς ἑαυτὸν ὑποθήκας, ἐλεγεῖα, καὶ τὰ περὶ Σαλαμῖνος καὶ τῆς Ἀθηναίων πολιτείας ἔπη πεντακισχίλια, καὶ ἰάμβους καὶ ἐπῳδούς.
2.62 Ἐπὶ δὲ τῆς εἰκόνος αὐτοῦ ἐπιγέγραπται τάδε· ἡ Μήδων ἄδικον παύσασʼ ὕβριν, ἥδε Σόλωνα τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν.
2.62 Ἤκμαζε μὲν οὖν περὶ τὴν τεσσαρακοστὴν ἕκτην Ὀλυμπιάδα, ἧς τῷ τρίτῳ ἔτει ἦρξεν Ἀθήνησι, καθά φησι Σωσικράτης· ὅτε καὶ τίθησι τοὺς νόμους. ἐτελεύτησε δʼ ἐν Κύπρῳ βιοὺς ἔτη ὀγδοήκοντα, τοῦτον ἐπισκήψας τοῖς ἰδίοις τὸν τρόπον, ἀποκομίσαι αὐτοῦ τὰ ὀστᾶ εἰς Σαλαμῖνα καὶ τεφρώσαντας εἰς τὴν χώραν σπεῖραι. ὅθεν καὶ Κρατῖνος ἐν τοῖς Χείρωσί φησιν, αὐτὸν ποιῶν λέγοντα· οἰκῶ δὲ νῆσον, ὡς μὲν ἀνθρώπων λόγος, ἐσπαρμένος κατὰ πᾶσαν Αἴαντος πόλιν.
2.63 Ἔστι δὲ καὶ ἡμέτερον ἐπίγραμμα ἐν τῇ προειρημένῃ Παμμέτρῳ, ἔνθα καὶ περὶ πάντων τῶν τελευτησάντων ἐλλογίμων διείλεγμαι παντὶ μέτρῳ καὶ ῥυθμῷ, ἐπιγράμμασι καὶ μέλεσιν, ἔχον οὕτως· σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ· ὀστέʼ ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες. ψυχὴν δʼ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον· εὖ γὰρ θῆκε νόμους ἀστοῖς ἄχθεα κουφότατα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi