Kitap 1
4.78
Τῶν δὲ ᾀδομένων αὐτοῦ μάλιστα εὐδοκίμησε τάδε· ἔχοντα χρὴ τόξα καὶ ἰοδόκον φαρέτρην στείχειν ποτὶ φῶτα κακόν. πιστὸν γὰρ οὐδὲν γλῶσσα διὰ στόματος λαλεῖ διχόθυμον ἔχουσα κραδίῃ νόημα.
4.79
ἐποίησε δὲ καὶ ἐλεγεῖα ἔπη ἑξακόσια, καὶ ὑπὲρ νόμων καταλογάδην τοῖς πολίταις.
4.79
Ἤκμαζε μὲν οὖν περὶ τὴν τεσσαρακοστὴν δευτέραν Ὀλυμπιάδα· ἐτελεύτησε δʼ ἐπὶ Ἀριστομένους τῷ τρίτῳ ἔτει τῆς πεντηκοστῆς δευτέρας Ὀλυμπιάδος, βιοὺς ὑπὲρ ἔτη ἑβδομήκοντα, [ἤδη γηραιός]. καὶ αὐτῷ ἐπὶ τοῦ μνήματος ἐπιγέγραπται τόδε· οἰκείοις δακρύοις ἁ γειναμένα κατακλαίει Πιττακὸν ἥδʼ ἱερὰ Λέσβος ἀποφθίμενον. ἀπόφθεγμα αὐτοῦ· καιρὸν γνῶθι.
4.79
Γέγονε δὲ καὶ ἕτερος Πιττακὸς νομοθέτης, ὥς φησι Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ καὶ Δημήτριος ἐν Ὁμωνύμοις, ὃς καὶ μικρὸς προσηγορεύθη.
4.79
Τὸν δʼ οὖν σοφὸν λέγεταί ποτε νεανίσκῳ συμβουλευομένῳ περὶ γάμου ταῦτα εἰπεῖν, ἅ φησι Καλλίμαχος ἐν τοῖς ἐπιγράμμασι·
4.80
ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρραδίου· ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ· ἡ δʼ ἑτέρη προβέβηκε. τί λώϊον; εἰ δʼ ἄγε σύν μοι βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω. εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας, ἤνιδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος. οἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ. κείνων ἔρχεο, φησί, μετʼ ἴχνια. χὠ μὲν ἐπέστη πλησίον· οἱ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα. ταῦτʼ ἀΐων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου δράξασθαι, παίδων κληδόνακληδόνι vulg. συνθέμενος. τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην. οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.
4.81
δοκεῖ δʼ ἐκ διαθέσεως αὐτὰ εἰρηκέναι. εὐγενεστέρα γὰρ αὐτῷ οὖσα ἡ γυνή, ἐπειδήπερ ἦν Δράκοντος ἀδελφὴ τοῦ Πενθίλου, σφόδρα κατεσοβαρεύετο αὐτοῦ.