Kitap 2
8.104
πέμπτος ὁ περὶ τῶν νομοποιῶν πεπραγματευμένος, ἀρξάμενος ἀπὸ Τερπάνδρου· ἕκτος στωικός· ἕβδομος ὁ τὰ περὶ Ῥωμαίων πεπραγματευμένος· ὄγδοος Συρακόσιος, περὶ τακτικῶν γεγραφώς· ἔνατος Βυζάντιος, ἀπὸ λόγων πολιτικῶν· δέκατος ὁμοίως, οὗ Ἀριστοτέλης μνημονεύει διὰ τῆς ἐπιτομῆς τῶν ῥητόρων· ἑνδέκατος Θηβαῖος, ἀνδριαντοποιός· δωδέκατος ζωγράφος, οὗ μέμνηται Πολέμων· τρισκαιδέκατος ζωγράφος, Ἀθηναῖος, ὑπὲρ οὗ γράφει Μηνόδοτος· τεσσαρεσκαιδέκατος Ἐφέσιος, ζωγράφος, οὗ μέμνηται Θεοφάνης ἐν τῷ περὶ γραφικῆς· πεντεκαιδέκατος ποιητὴς ἐπιγραμμάτων· ἑκκαιδέκατος γεγραφὼς περὶ ποιητῶν· ἑπτακαιδέκατος ἰατρός, Ἀθηναίου μαθητής· ὀκτωκαιδέκατος Χῖος, φιλόσοφος στωικός· ἐννεακαιδέκατος Μιλήσιος, καὶ αὐτὸς στωικὸς φιλόσοφος· εἰκοστὸς ποιητὴς τραγῳδίας.
Κεφ. θ′. ΦΑΙΔΩΝ
9.105
Φαίδων Ἠλεῖος, τῶν εὐπατριδῶν, συνεάλω τῇ πατρίδι καὶ ἠναγκάσθη στῆναι ἐπʼ οἰκήματος· ἀλλὰ τὸ θύριον προστιθεὶς μετεῖχε Σωκράτους, ἕως αὐτὸν λυτρώσασθαι τοὺς περὶ Ἀλκιβιάδην ἢ Κρίτωνα προὔτρεψε· καὶ τοὐντεῦθεν ἐλευθερίως ἐφιλοσόφει. Ἱερώνυμος δʼ ἐν τῷ Περὶ ἐποχῆς καθαπτόμενος δοῦλον αὐτὸν εἴρηκε. διαλόγους δὲ συνέγραψε γνησίους μὲν Ζώπυρον, Σίμωνα, καὶ δισταζόμενον Νικίαν, Μήδιον, ὅν φασί τινες Αἰσχίνου, οἱ δὲ Πολυαίνου· Ἀντίμαχον ἢ Πρεσβύτας· καὶ οὗτος διστάζεται· σκυτικοὺς λόγους· καὶ τούτους τινὲς Αἰσχίνου φασί.
9.105
Διάδοχος δʼ αὐτοῦ Πλείστανος Ἠλεῖος, καὶ τρίτοι ἀπʼ αὐτοῦ οἱ περὶ Μενέδημον τὸν Ἐρετριέα καὶ Ἀσκληπιάδην τὸν Φλιάσιον, μετάγοντες ἀπὸ Στίλπωνος. καὶ ἕως μὲν τούτων Ἠλιακοὶ προσηγορεύοντο, ἀπὸ δὲ Μενεδήμου Ἐρετρικοί· περὶ οὗ λέξομεν ὕστερον διὰ τὸ καὶ αὐτὸν κατάρχειν αἱρέσεως.
Κεφ. ι′. ΕΥΚΛΕΙΔΗΣ