Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 2

12.121 Κρίτων Ἀθηναῖος· οὗτος μάλιστα φιλοστοργότατα διετέθη πρὸς Σωκράτην, καὶ οὕτως ἐπεμελεῖτο αὐτοῦ, ὥστε μηδέποτʼ ἐλλείπειν τι τῶν πρὸς τὴν χρείαν. καὶ οἱ παῖδες δὲ αὐτοῦ διήκουσαν Σωκράτους, Κριτόβουλος, Ἑρμογένης, Ἐπιγένης, Κτήσιππος. ὁ δʼ οὖν Κρίτων διαλόγους γέγραφεν ἐν ἑνὶ φερομένους βιβλίῳ ἑπτακαίδεκα, τοὺς ὑπογεγραμμένους, Ὅτι οὐκ ἐκ τοῦ μαθεῖν οἱ ἀγαθοί. Περὶ τοῦ πλέον ἔχειν. Τί τὸ ἐπιτήδειον ἢ Πολιτικός. Περὶ τοῦ καλοῦ. Περὶ τοῦ κακουργεῖν. Περὶ εὐθημοσύνης. Περὶ τοῦ νόμου. Περὶ τοῦ θείου. Περὶ τεχνῶν. Περὶ συνουσίας. Περὶ σοφίας. Πρωταγόρας ἢ Πολιτικός. Περὶ γραμμάτων. Περὶ ποιητικῆς, [περὶ τοῦ καλοῦ]. Περὶ τοῦ μαθεῖν. Περὶ τοῦ γνῶναι ἢ Περὶ ἐπιστήμης. Τί τὸ ἐπίστασθαι.

Κεφ. ιγ′. ΣΙΜΩΝ

13.122 Σίμων Ἀθηναῖος, σκυτοτόμος. οὗτος ἐρχομένου Σωκράτους ἐπὶ τὸ ἐργαστήριον καὶ διαλεγομένου τινά, ὧν ἐμνημόνευεν ὑποσημειώσεις ἐποιεῖτο· ὅθεν σκυτικοὺς αὐτοῦ τοὺς διαλόγους καλοῦσιν. εἰσὶ δὲ τρεῖς καὶ τριάκοντα ἐν ἑνὶ φερόμενοι βιβλίῳ· Περὶ θεῶν. Περὶ τοῦ ἀγαθοῦ. Περὶ τοῦ καλοῦ. Τί τὸ καλόν. Περὶ δικαίου πρῶτον, δεύτερον. Περὶ ἀρετῆς ὅτι οὐ διδακτόν. Περὶ ἀνδρείας πρῶτον, δεύτερον, τρίτον. Περὶ νόμου. Περὶ δημαγωγίας. Περὶ τιμῆς. Περὶ ποιήσεως. Περὶ εὐπαθείας. Περὶ ἔρωτος. Περὶ φιλοσοφίας Περὶ ἐπιστήμης. Περὶ μουσικῆς. Περὶ ποιήσεως.
13.123 Τί τὸ καλόν. Περὶ διδασκαλίας. Περὶ τοῦ διαλέγεσθαι. Περὶ κρίσεως. Περὶ τοῦ ὄντος. Περὶ ἀριθμοῦ. Περὶ ἐπιμελείας. Περὶ τοῦ ἐργάζεσθαι. Περὶ φιλοκερδοῦς. Περὶ ἀλαζονείας. Περὶ τοῦ καλοῦ.
13.123 οἱ δέ, Περὶ τοῦ βουλεύεσθαι. Περὶ λόγου ἢ περὶ ἐπιτηδειότητος. Περὶ κακουργίας.
13.123 Οὗτος, φασί, πρῶτος διελέχθη τοὺς λόγους τοὺς Σωκρατικούς. ἐπαγγειλαμένου δὲ Περικλέους θρέψειν αὐτὸν καὶ κελεύοντος ἀπιέναι πρὸς αὐτόν, οὐκ ἂν ἔφη τὴν παρρησίαν ἀποδόσθαι.
13.124 Γέγονε δὲ καὶ ἄλλος Σίμων ῥητορικὰς τέχνας γεγραφώς· καὶ ἕτερος ἰατρὸς κατὰ Σέλευκον τὸν Νικάνορα· καί τις ἀνδριαντοποιός.

Κεφ. ιδ′. ΓΛΑΥΚΩΝ

14.124 Γλαύκων Ἀθηναῖος· καὶ τούτου φέρονται ἐν ἑνὶ βιβλίῳ διάλογοι ἐννέα· Φειδύλος. Εὐριπίδης. Ἀμύντιχος. Εὐθίας. Λυσιθείδης. Ἀριστοφάνης. Κέφαλος. Ἀναξίφημος. Μενέξενος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi