Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 2

14.124 φέρονται καὶ ἄλλοι δύο καὶ τριάκοντα, οἳ νοθεύονται.

Κεφ. ιε′. ΣΙΜΜΙΑΣ

15.124 Σιμμίας Θηβαῖος· καὶ τούτου φέρονται ἐν ἑνὶ βιβλίῳ διάλογοι τρεῖς καὶ εἴκοσι· Περὶ σοφίας. Περὶ λογισμοῦ. Περὶ μουσικῆς. Περὶ ἐπῶν. Περὶ ἀνδρείας. Περὶ φιλοσοφίας. Περὶ ἀληθείας. Περὶ γραμμάτων. Περὶ διδασκαλίας. Περὶ τέχνης. Περὶ τοῦ ἐπιστατεῖν. Περὶ πρέποντος. Περὶ αἱρετου καὶ φευκτοῦ. Περὶ φίλου. Περὶ τοῦ εἰδέναι. Περὶ ψυχῆς. Περὶ τοῦ εὖ ζῆν. Περὶ δυνατοῦ. Περὶ χρημάτων. Περὶ ζωῆς. Τί τὸ καλόν. Περὶ ἐπιμελείας. Περὶ ἔρωτος.

Κεφ. ισ′. ΚΕΒΗΣ

16.125 Κέβης ὁ Θηβαῖος· καὶ τούτου φέρονται διάλογοι τρεῖς· Πίναξ. Ἑβδόμη. Φρύνιχος.

Κεφ. ιζ′. ΜΕΝΕΔΗΜΟΣ

17.125 [Μενέδημος] Οὗτος τῶν ἀπὸ Φαίδωνος, Κλεισθένους τοῦ τῶν Θεοπροπιδῶν καλουμένων υἱός, ἀνδρὸς εὐγενοῦς μέν, ἀρχιτέκτονος δὲ καὶ πένητος· οἱ δὲ καὶ σκηνογράφον αὐτὸν εἶναί φασι καὶ μαθεῖν ἑκάτερα τὸν Μενέδημον· ὅθεν γράψαντος αὐτοῦ ψήφισμά τι καθήψατό τις Ἀλεξίνειος, εἰπὼν ὡς οὔτε σκηνὴν οὔτε ψήφισμα προσήκει τῷ σοφῷ γράφειν. πεμφθεὶς δὲ φρουρὸς ὁ Μενέδημος ὑπὸ τῶν Ἐρετριέων εἰς Μέγαρα ἀνῆλθεν εἰς Ἀκαδημείαν πρὸς Πλάτωνα, καὶ θηραθεὶς κατέλιπε τὴν στρατείαν.
17.126 Ἀσκληπιάδου δὲ τοῦ Φλιασίου περισπάσαντος αὐτὸν ἐγένετο ἐν Μεγάροις παρὰ Στίλπωνι, οὗπερ ἀμφότεροι διήκουσαν· κἀντεῦθεν πλεύσαντες εἰς Ἦλιν Ἀγχιπύλῳ καὶ Μόσχῳ τοῖς ἀπὸ Φαίδωνος παρέβαλον. καὶ μέχρι μὲν τούτων, ὡς προείρηται ἐν τῷ περὶ Φαίδωνος, Ἠλιακοὶ προσηγορεύοντο· Ἐρετρικοὶ δʼ ἐκλήθησαν ἀπὸ τῆς πατρίδος τοῦ περὶ οὗ ὁ λόγος.
17.126 Φαίνεται δὴ ὁ Μενέδημος σεμνὸς ἱκανῶς γενέσθαι· ὅθεν αὐτὸν Κράτης παρῳδῶν φησι· Φλιάσιόν τʼ Ἀσκληπιάδην καὶ ταῦρον Ἐρέτρην. ὁ δὲ Τίμων οὕτως· ὄγκον ἀναστήσας ὠφρυωμένος ἀφροσιβόμβαξ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi