Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 4

2.13 Περὶ τέχνης α′. Περὶ θεῶν α′ β′. Περὶ ψυχῆς α′ β′. Περὶ ἐπιστήμης α′. Πολιτικὸς α′. Περὶ ἐπιστημοσύνης α′. Περὶ φιλοσοφίας α′. Περὶ τῶν Παρμενίδου α′. Ἀρχέδημος ἢ περὶ δικαιοσύνης α′. Περὶ τἀγαθοῦ α′. Τῶν περὶ τὴν διάνοιαν α′ β′ γ′ δ′ ε′ ς′ ζ′ η′. Λύσις τῶν περὶ τοὺς λόγους ι′. Φυσικῆς ἀκροάσεως α′ β′ γ′ δ′ ε′ ς′. Κεφάλαιον α′. Περὶ γενῶν καὶ εἰδῶν α′. Πυθαγόρεια α′. Λύσεις α′ β′. Διαιρέσεις η′. Θέσεων βιβλία κμγ′. Τῆς περὶ τὸ διαλέγεσθαι πραγματείας βιβλία ιδμαβψμ′. Μετὰ τοῦτο βιβλία ιε′ καὶ ἄλλα βιβλία ις′ περὶ μαθημάτων τῶν περὶ τὴν λέξιν. Λογιστικῶν βιβλία θ′. Τῶν περὶ τὰ μαθήματα βιβλία ς′. Τῶν περὶ τὴν διάνοιαν ἄλλα βιβλία δύο. Περὶ γεωμετρῶν βιβλία ε′. Ὑπομνημάτων α′. Ἐναντίων α′. Περὶ ἀριθμῶν α′. Ἀριθμῶν θεωρία α′. Περὶ διαστημάτων α′. Τῶν περὶ ἀστρολογίαν ς′.
2.14 Στοιχεῖα πρὸς Ἀλέξανδρον περὶ βασιλείας δ. Πρὸς Ἀρύβαν. Πρὸς Ἡφαιστίωνα. Περὶ γεωμετρίας α′ β′.
2.14 Στίχοι μκβδσλθ′.
2.14 Ἀθηναῖοι δ′ ὅμως αὐτὸν ὄντα τοιοῦτον ἐπίπρασκόν ποτε, τὸ μετοίκιον ἀτονοῦντα θεῖναι. καὶ αὐτὸν ὠνεῖται Δημήτριος ὁ Φαληρεὺς καὶ ἑκάτερον ἀποκατέστησε· Ξενοκράτει μὲν τὴν ἐλευθερίαν, Ἀθηναίοις δὲ τὸ μετοίκιον. τοῦτό φησι Μυρωνιανὸς ὁ Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ἱστορικῶν Ὁμοίων κεφαλαίων. διεδέξατο δὲ Σπεύσιππον καὶ ἀφηγήσατο τῆς σχολῆς πέντε καὶ εἴκοσιν ἔτη ἐπὶ Λυσιμαχίδου ἀρξάμενος κατὰ τὸ δεύτερον ἔτος τῆς δεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος. ἐτελεύτα δὲ νυκτὸς λεκάνῃ προσπταίσας, ἔτος ἤδη γεγονὼς δεύτερον καὶ ὀγδοηκοστόν.
2.15 Φαμὲν δὲ καὶ εἰς αὐτὸν οὑτωσί· χαλκῇ προσκόψας λεκάνῃ ποτὲ καὶ τὸ μέτωπον πλήξας ἴαχεν ὦ σύντονον, εἶτʼ ἔθανεν, ὁ πάντα πάντη Ξενοκράτης ἀνὴρ γεγώς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi