Kitap 5
2.49
Επιτομῶν Ἀριστοτέλους περὶ ζῴων α′ β′ γ′ δ′ ε′ ς′. Ἐπιχειρημάτων α′ β′. Θέσεις γ′. Περὶ βασιλείας α′ β′. Περὶ αἰτιῶν α′. Περὶ Δημοκρίτου α′. [Περὶ διαβολῆς α′.] Περὶ γενέσεως α′. Περὶ ζῴων φρονήσεως καὶ ἤθους α′. Περὶ κινήσεως α′ β′. Περὶ ὄψεως α′ β′ γ′ δ′. Πρὸς ὅρους α′ β′. Περὶ τοῦ δεδόσθαι α′. Περὶ μείζονος καὶ ἐλάττονος α′. Περὶ τῶν μουσικῶν α′. Περὶ τῆς θείας εὐδαιμονίας α′. Πρὸς τοὺς ἐξ Ἀκαδημείας α′. Προτρεπτικὸς α′. Πῶς ἂν ἄριστα πόλεις οἰκοῖντο α′. Τὰ ὑπομνήματα α′. Περὶ ῥύακος τοῦ ἐν Σικελίᾳ α′. Περὶ τῶν ὁμολογουμένων α′. [Περὶ τῶν προβλημάτων φυσικῶν α′. Τίνες οἱ τρόποι τοῦ ἐπίστασθαι α′. Περὶ τοῦ ψευδομένου α′ β′ γ′.
2.50
Τὰ πρὸ τῶν τόπων α′. Πρὸς Αἰσχύλον α′. Ἀστρολογικῆς ἱστορίας α′ β′ γ′ δ′ ε′ ς′. Ἀριθμητικῶν ἱστοριῶν περὶ αὐξήσεως α′. Ἀκίχαρος α′. Περὶ δικανικῶν λόγων α′. [Περὶ διαβολῆς α′.] Ἐπιστολαὶ αἱ ἐπὶ τῷ Ἀστυκρέοντι, Φανίᾳ, Νικάνορι. Περὶ εὐσεβείας α′. Εὐϊάδος α′. Περὶ καιρῶν α′ β′. Περὶ οἰκείων λόγων α′. Περὶ παίδων ἀγωγῆς α′. Ἄλλο διάφορον α′. Περὶ παιδείας ἢ περὶ ἀρετῶν ἢ περὶ σωφροσύνης α′. [Προτρεπτικὸς α′.] Περὶ ἀριθμῶν α′. Ὁριστικὰ περὶ λέξεως συλλογισμῶν α′. Περὶ οὐρανοῦ α′. Πολιτικοῦ α′ β′. Περὶ φύσεως. Περὶ καρπῶν. Περὶ ζῴων.
2.50
Ἃ γίνονται στίχων Μ′ κ′ γ′ Β ω′ η′· τοσαῦτα μὲν οὖν καὶ τῷδε τὰ βιβλία.
2.51
Εὗρον δʼ αὐτοῦ καὶ διαθήκας τοῦτον ἐχούσας τὸν τρόπον·
2.51
“Ἔσται μὲν εὖ· ἐὰν δέ τι συμβῇ, τάδε διατίθεμαι· τὰ μὲν οἴκοι ὑπάρχοντα πάντα δίδωμι Μελάντῃ καὶ Παγκρέοντι τοῖς υἱοῖς Λέοντος. ἀπὸ δὲ τῶν παρʼ Ἱππάρχου συμβεβλημένων τάδε μοι βούλομαι γενέσθαι· πρῶτον μὲν τὰ περὶ τὸ μουσεῖον καὶ τὰς θεὰς συντελεσθῆναι κἄν τι ἄλλο ἰσχύῃ περὶ αὐτὰς ἐπικοσμηθῆναι πρὸς τὸ κάλλιον· ἔπειτα τὴν Ἀριστοτέλους εἰκόνα τεθῆναι εἰς τὸ ἱερὸν καὶ τὰ λοιπὰ ἀναθήματα ὅσα πρότερον ὑπῆρχεν ἐν τῷ ἱερῷ· εἶτα τὸ στωίδιον οἰκοδομηθῆναι τὸ πρὸς τῷ μουσείῳ μὴ χεῖρον ἢ πρότερον· ἀναθεῖναι δὲ καὶ τοὺς πίνακας, ἐν οἷς αἱ τῆς γῆς περίοδοί εἰσιν, εἰς τὴν κάτω στοάν·