Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 5

5.82 Χαρακτὴρ δὲ φιλόσοφος, εὐτονίᾳ ῥητορικῇ καὶ δυνάμει κεκραμένος. οὗτος ἀκούσας ὅτι τὰς εἰκόνας αὐτοῦ κατέστρεψαν Ἀθηναῖοι, ἀλλʼ οὐ τὴν ἀρετήν, ἔφη, διʼ ἣν ἐκείνας ἀνέστησαν. ἔλεγε μικρὸν μὲν εἶναι μέρος τὰς ὀφρῦς, ὅλῳ δʼ ἐπισκοτῆσαι τῷ βίῳ δύνασθαι. οὐ μόνον τὸν πλοῦτον ἔφη τυφλόν, ἀλλὰ καὶ τὴν ὁδηγοῦσαν αὐτὸν τύχην. ὅσον ἐν πολέμῳ δύνασθαι σίδηρον, τοσοῦτον ἐν πολιτείᾳ ἰσχύειν λόγον. ἰδών ποτε νεανίσκον ἄσωτον, ἰδού, ἔφη, τετράγωνος Ἑρμῆς ἔχων σύρμα, σύρμα] στόμα Reiske: στῦμα δελετο αἰδοῖον D. S. Robertson. κοιλίαν, αἰδοῖον, πώγωνα. τῶν τετυφωμένων ἀνδρῶν ἔφη τὸ μὲν ὕψος δεῖν περιαιρεῖν, τὸ δὲ φρόνημα καταλείπειν. τοὺς νέους ἔφη δεῖν ἐπὶ μὲν τῆς οἰκίας τοὺς γονέας αἰδεῖσθαι, ἐν δὲ ταῖς ὁδοῖς τοὺς ἀπαντῶντας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς.
5.83 τοὺς φίλους ἐπὶ μὲν τὰ ἀγαθὰ παρακαλουμένους ἀπιέναι, ἐπὶ δὲ τὰς συμφορὰς αὐτομάτους. τοσαῦτα καὶ εἰς τοῦτον ἀναφέρεσθαι δοκεῖ.
5.83 Γεγόνασι δὲ Δημήτριοι ἀξιόλογοι εἴκοσι· πρῶτος Χαλκηδόνιος, ῥήτωρ καὶ Θρασυμάχου πρεσβύτερος· δεύτερος αὐτὸς οὗτος· τρίτος Βυζάντιος, περιπατητικός· τέταρτος καλούμενος Γραφικὸς καὶ σαφὴς διηγήσασθαι· ἦν δὲ ὁ αὐτὸς καὶ ζωγράφος· πέμπτος Ἀσπένδιος, μαθητὴς Ἀπολλωνίου τοῦ Σολέως· ἕκτος Καλλατιανός, ὁ γεγραφὼς περὶ Ἀσίας καὶ Εὐρώπης εἴκοσι βίβλους· ἕβδομος Βυζάντιος, ἐν τρισκαίδεκα βιβλίοις γεγραφὼς τὴν Γαλατῶν διάβασιν ἐξ Εὐρώπης εἰς Ἀσίαν καὶ ἐν ἄλλοις ὀκτὼ τὰ περὶ Ἀντίοχον καὶ Πτολεμαῖον καὶ τὴν τῆς Λιβύης ὑπʼ αὐτῶν διοίκησιν·
5.84 ὄγδοος ὁ διατρίψας ἐν Ἀλεξανδρείᾳ σοφιστής, τέχνας γεγραφὼς ῥητορικάς· ἔνατος Ἀδραμυττηνὸς γραμματικός, ἐπικληθεὶς Ἰξίων διὰ τὸ ἀδικῆσαί τι δοκεῖν περὶ τὴν Ἥραν· δέκατος Κυρηναῖος, γραμματικός, ὁ ἐπικληθεὶς Στάμνος, ἀνὴρ ἀξιόλογος· ἑνδέκατος Σκήψιος, πλούσιος καὶ εὐγενὴς ἄνθρωπος καὶ φιλόλογος ἄκρως· οὗτος καὶ Μητρόδωρον προεβίβασε τὸν πολίτην. δωδέκατος γραμματικὸς Ἐρυθραῖος, πολιτογραφηθεὶς ἐν τῇ Μνῷ· τρισκαιδέκατος Βιθυνὸς Διφίλου τοῦ στωϊκοῦ υἱός, μαθητὴς δὲ Παναιτίου τοῦ Ῥοδίου·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi