Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 6

2.35 Μιμεῖσθαι ἔλεγε τοὺς χοροδιδασκάλους· καὶ γὰρ ἐκείνους ὑπὲρ τόνον ἐνδιδόναι ἕνεκα τοῦ τοὺς λοιποὺς ἅψασθαι τοῦ προσήκοντος τόνου. τοὺς πλείστους ἔλεγε παρὰ δάκτυλον μαίνεσθαι· ἐὰν οὖν τις τὸν μέσον προτείνας πορεύηται, δόξει τῳ μαίνεσθαι, ἐὰν δὲ τὸν λιχανόν, οὐκέτι. τὰ πολλοῦ ἄξια τοῦ μηδενὸς ἔλεγε πιπράσκεσθαι καὶ ἔμπαλιν· ἀνδριάντα γοῦν τρισχιλίων πιπράσκεσθαι, χοίνικα δʼ ἀλφίτων δύο χαλκῶν.
2.36 Τῷ πριαμένῳ αὐτὸν Ξενιάδῃ φησί, ἄγε ὅπως τὸ προσταττόμενον ποιήσεις. τοῦ δʼ εἰπόντος, ἄνω ποταμῶν χωροῦσι παγαί, εἰ δὲ ἰατρὸν ἐπρίω νοσῶν, οὐκ ἄν, ἔφη, αὐτῷ ἐπείθου, ἀλλʼ εἶπες ἂν ὡς ἄνω ποταμῶν χωροῦσι παγαί; ἤθελέ τις παρʼ αὐτῷ φιλοσοφεῖν· ὁ δέ οἱ σαπέρδην δοὺς ἐκέλευσεν ἀκολουθεῖν. ὡς δʼ ὑπʼ αἰδοῦς ῥίψας ἀπῆλθε, μετὰ χρόνον ὑπαντήσας αὐτῷ καὶ γελάσας λέγει, τὴν σὴν καὶ ἐμὴν φιλίαν σαπέρδης διέλυσε. Διοκλῆς δʼ οὕτως ἀναγράφει. εἰπόντος τινὸς αὐτῷ, ἐπίταττε ἡμῖν, Διόγενες, ἀπαγαγὼν αὐτὸν ἡμιωβολίου τυρὸν ἐδίδου φέρειν· ἀρνησαμένου δέ, τὴν σήν, ἔφη, καὶ ἐμὴν φιλίαν ἡμιωβολίου τυρίδιον διαλέλυκε.
2.37 Θεασάμενός ποτε παιδίον ταῖς χερσὶ πῖνον ἐξέρριψε τῆς πήρας τὴν κοτύλην, εἰπών, παιδίον με νενίκηκεν εὐτελείᾳ. ἐξέβαλε δὲ καὶ τὸ τρυβλίον, ὁμοίως παιδίον θεασάμενος, ἐπειδὴ κατέαξε τὸ σκεῦος, τῷ κοίλῳ τοῦ ψωμίου τὴν φακῆν ὑποδεχόμενον. συνελογίζετο δὲ καὶ οὕτως· τῶν θεῶν ἐστι πάντα· φίλοι δὲ οἱ σοφοὶ τοῖς θεοῖς· κοινὰ δὲ τὰ τῶν φίλων. πάντʼ ἄρα ἐστὶ τῶν σοφῶν. θεασάμενός ποτε γυναῖκα ἀσχημονέστερον τοῖς θεοῖς προσπίπτουσαν, βουλόμενος αὐτῆς περιελεῖν τὴν δεισιδαιμονίαν, καθά φησι Ζωίλος ὁ Περγαῖος, προσελθὼν εἶπεν, οὐκ εὐλαβῇ, ὦ γύναι, μή ποτε θεοῦ ὄπισθεν ἑστῶτοσ—πάντα γάρ ἐστιν αὐτοῦ πλήρη—ἀσχημονήσῃς;
2.38 τῷ Ἀσκληπιῷ ἀνέθηκε πλήκτην, ὃς τοὺς ἐπὶ στόμα πίπτοντας ἐπιτρέχων συνέτριβεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi