Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 6

2.44 Περδίκκου ἀπειλήσαντος, εἰ μὴ ἔλθοι πρὸς αὐτόν, ἀποκτενεῖν, ἔφη, οὐδὲν μέγα· καὶ γὰρ κάνθαρος καὶ φαλάγγιον τοῦτʼ ἂν πράξειεν· ἐκεῖνο δὲ μᾶλλον ἀπειλεῖν ἠξίου ὡς εἰ καὶ χωρὶς ἐμοῦ ζήσαι, εὐδαιμόνως ζήσοιτο. ἐβόα πολλάκις λέγων τὸν τῶν ἀνθρώπων βίον ῥᾴδιον ὑπὸ τῶν θεῶν δεδόσθαι, ἀποκεκρύφθαι δʼ αὐτῶν ζητούντων μελίπηκτα καὶ μύρα καὶ τὰ παραπλήσια. ὅθεν πρὸς τὸν ὑπὸ τοῦ οἰκέτου ὑποδούμενον, οὔπω, εἶπε, μακάριος εἶ, ἂν μή σε καὶ ἀπομύξῃ· τοῦτο δʼ ἔσται πηρωθέντι σοι τὰς χεῖρας.
2.45 Θεασάμενός ποτε τοὺς ἱερομνήμονας τῶν ταμιῶν τινα φιάλην ὑφῃρημένον ἀπάγοντας ἔφη, οἱ μεγάλοι κλέπται τὸν μικρὸν ἀπάγουσι. θεασάμενός ποτε μειράκιον λίθους βάλλον ἐπὶ σταυρόν, εὖγε, εἶπε, τεύξῃ γὰρ τοῦ σκοποῦ. πρὸς τὰ περιστάντα μειράκια καὶ εἰπόντα, βλέπωμεν μὴ δάκῃ ἡμᾶς, θαρρεῖτε, ἔφη, παιδία· κύων τευτλία οὐκ ἐσθίει. πρὸς τὸν ἐπὶ τῇ λεοντῇ θρυπτόμενον, παῦσαι, ἔφη, τὰ τῆς ἀρετῆς στρώματα καταισχύνων. πρὸς τὸν μακαρίζοντα Καλλισθένην καὶ λέγοντα ὡς πολυτελῶν παρʼ Ἀλεξάνδρῳ μετέχει, κακοδαίμων μὲν οὖν ἐστιν, εἶπεν, ὃς καὶ ἀριστᾷ καὶ δειπνεῖ ὅταν Ἀλεξάνδρῳ δόξῃ.
2.46 Χρημάτων δεόμενος ἀπαιτεῖν ἔλεγε τοὺς φίλους, οὐκ αἰτεῖν. ἐπʼ ἀγορᾶς ποτε χειρουργῶν, εἴθε, ἔφη, καὶ τὴν κοιλίαν ἦν παρατρίψαντα μὴ πεινῆν. μειράκιον θεασάμενος μετὰ σατραπῶν ἐπὶ δεῖπνον ἀπιόν, ἀποσπάσας πρὸς τοὺς οἰκείους ἀπήγαγε καὶ ἐκέλευσε τηρεῖν. πρὸς τὸ κεκοσμημένον μειράκιον πυθόμενόν τι ἔφη οὐ πρότερον λέξειν αὐτῷ, εἰ μὴ ἀνασυράμενος δείξειε πότερον γυνή ἐστιν ἢ ἀνήρ. πρὸς τὸ κοτταβίζον ἐν τῷ βαλανείῳ μειράκιόν φησιν, ὅσῳ βέλτιον, τοσούτῳ χεῖρον. ἐν δείπνῳ προσερρίπτουν αὐτῷ τινες ὀστάρια ὡς κυνί· καὶ ὃς ἀπαλλαττόμενος προσεούρησεν αὐτοῖς ὡς κύων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi