Kitap 6
2.50
Ἐρωτηθείς ποτε ὑπὸ τυράννου ποῖος εἴη ἀμείνων χαλκὸς εἰς ἀνδριάντα, ἔφη, ἀφʼ οὗ Ἁρμόδιος καὶ Ἀριστογείτων ἐχαλκεύθησαν. ἐρωτηθεὶς πῶς χρῆται Διονύσιος τοῖς φίλοις, ἔφη, ὡς θυλάκοις, τοὺς μὲν πλήρεις κρημνῶν, τοὺς δὲ κενοὺς ῥίπτων. νεογάμου ἐπιγράψαντος ἐπὶ τὴν οἰκίαν, ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς ἐνθάδε κατοικεῖ. μηδὲν εἰσίτω κακόν· ἐπέγραψε· μετὰ τὸν πόλεμον ἡ συμμαχία. τὴν φιλαργυρίαν εἶπε μητρόπολιν πάντων τῶν κακῶν. ἄσωτον θεασάμενος ἐν πανδοκείῳ ἐλάας ἐσθίοντʼ ἔφη, εἰ οὕτως ἠρίστας, οὐκ ἂν οὕτως ἐδείπνεις.
2.51
Τοὺς ἀγαθοὺς ἄνδρας θεῶν εἰκόνας εἶναι· τὸν ἔρωτα σχολαζόντων ἀσχολίαν. ἐρωτηθεὶς τί ἄθλιον ἐν βίῳ, ἔφη, γέρων ἄπορος. ἐρωτηθεὶς τί τῶν θηρίων κάκιστα δάκνει, ἔφη, τῶν μὲν ἀγρίων συκοφάντης, τῶν δὲ ἡμέρων κόλαξ. ἰδών ποτε δύο κενταύρους κάκιστα ἐζωγραφημένους ἔφη· πότερος τούτων Χείρων ἐστί; τὸν πρὸς χάριν λόγον ἔφη μελιτίνην ἀγχόνην εἶναι. τὴν γαστέρα Χάρυβδιν ἔλεγε τοῦ βίου. ἀκούσας ποτὲ ὅτι Διδύμων ὁ αὐλητὴς μοιχὸς ἑάλω, ἄξιος, ἔφη, ἐκ τοῦ ὀνόματος κρέμασθαι. ἐρωτηθεὶς διὰ τί τὸ χρυσίον χλωρόν ἐστιν, ἔφη, ὅτι πολλοὺς ἔχει τοὺς ἐπιβουλεύοντας. ἰδὼν γυναῖκα ἐν φορείῳ, οὐ κατὰ τὸ θηρίον, ἔφη, ἡ γαλεάγρα.
2.52
Ἰδών ποτε δραπέτην ἐπὶ φρέατι καθήμενον ἔφη, μειράκιον, βλέπε μὴ ἐμπέσῃς. ἰδὼν [μειρακύλλιον] ἱματιοκλέπτην ἐν τῷ βαλανείῳ ἔφη, ἐπʼ ἀλειμμάτιον ἢ ἐπʼ ἄλλʼ ἱμάτιον; ἰδών ποτε γυναῖκας ἀπʼ ἐλαίας ἀπηγχονισμένας, εἴθε γάρ, ἔφη, πάντα τὰ δένδρα τοιοῦτον καρπὸν ἤνεγκεν. ἰδὼν λωποδύτην ἔφη, τἰπτε σὺ ὧδε, φέριστε; ἦ τινα συλήσων νεκύων κατατεθνηώτων; ἐρωτηθεὶς εἰ παιδισκάριον ἢ παιδάριον ἔχοι, ἔφη, οὔ· τοῦ δὲ εἰπόντος, ἐὰν οὖν ἀποθάνῃς, τίς σε ἐξοίσει; ἔφη, ὁ χρῄζων τῆς οἰκίας.