Kitap 6
1.14
Τοῦτον μόνον ἐκ πάντων πάντων 〈τῶν〉 Richards. Σωκρατικῶν Θεόπομπος ἐπαινεῖ καί φησι δεινόν τʼ εἶναι καὶ διʼ ὁμιλίας ἐμμελοῦς ὑπαγαγέσθαι πάνθʼ ὁντινοῦν. δῆλον δʼ ἐκ τῶν συγγραμμάτων κἀκ τοῦ Ξενοφῶντος Συμποσίου. δοκεῖ δὲ καὶ τῆς ἀνδρωδεστάτης Στωικῆς κατάρξαι· ὅθεν καὶ Ἀθήναιος ὁ ἐπιγραμματοποιὸς περὶ αὐτῶν φησὶν οὕτως· ὦ στωικῶν μύθων εἰδήμονες, ὦ πανάριστα δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν, τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον· ἅδε γὰρ ἀνδρῶν μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας. σαρκὸς δʼ ἡδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις, ἡ μία τῶν Μνήμης ἤνυσε θυγατέρων.
1.15
Οὗτος ἡγήσατο καὶ τῆς Διογένους ἀπαθείας καὶ τῆς Κράτητος ἐγκρατείας καὶ τῆς Ζήνωνος καρτερίας, αὐτὸς ὑποθέμενος τῇ πολιτείᾳ τὰ θεμέλια. ὁ δὲ Ξενοφῶν ἥδιστον μὲν εἶναι περὶ τὰς ὁμιλίας φησὶν αὐτόν, ἐγκρατέστατον δὲ περὶ τἄλλα.
1.15
Φέρονται δʼ αὐτοῦ συγγράμματα τόμοι δέκα· πρῶτος ἐν ᾧ Περὶ λέξεως ἢ περὶ χαρακτήρων. Αἴας ἢ Αἴαντος λόγος. Ὀδυσσεὺς ἢ περὶ Ὀδυσσέως. Ορέστου ἀπολογία ἢ περὶ τῶν δικογράφων. Ἰσογραφὴ ἢ Λυσίας καὶ Ἰσοκράτης. Πρὸς τὸν Ἰσοκράτους Ἀμάρτυρον.
1.15
Τόμος δεύτερος ἐν ᾧ
1.16
Περὶ ζῴων φύσεως. Περὶ παιδοποιίας ἢ περὶ γάμου ἐρωτικός. Περὶ τῶν σοφιστῶν φυσιογνωμονικός. Περὶ δικαιοσύνης καὶ ἀνδρείας προτρεπτικὸς πρῶτος, δεύτερος, τρίτος. Περὶ Θεόγνιδος δʼ εʼ.
1.16
Τόμος τρίτος ἐν ᾧ Περὶ ἀγαθοῦ. Περὶ ἀνδρείας. Περὶ νόμου ἢ περὶ πολιτείας. Περὶ νόμου ἢ περὶ καλοῦ καὶ δικαίου. Περὶ ἐλευθερίας καὶ δουλείας. Περὶ πίστεως. Περὶ ἐπιτρόπου ἢ περὶ τοῦ πείθεσθαι. Περὶ νίκης οἰκονομικός.
1.16
Τόμος τέταρτος ἐν ᾧ Κῦρος. Ἡρακλῆς ὁ μείζων ἢ περὶ ἰσχύος. Τόμος πέμπτος ἐν ᾧ Κῦρος ἢ περὶ βασιλείας. Ἀσπασία. Τόμος ἕκτος ἐν ᾧ Ἀλήθεια. Περὶ τοῦ διαλέγεσθαι ἀντιλογικός. Σάθων ἢ περὶ τοῦ ἀντιλέγειν α′ β′ γ′. Περὶ διαλέκτου.
1.17
Τόμος ἕβδομος ἐν ᾧ Περὶ παιδείας ἢ ὀνομάτων α′ β′ γ′ δ′ ε′. Περὶ ὀνομάτων χρήσεως ἐριστικός. Περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως. Περὶ δόξης καὶ ἐπιστήμης α′ β′ γ′ δ′. Περὶ τοῦ ἀποθανεῖν. Περὶ ζωῆς καὶ θανάτου. Περὶ τῶν ἐν ᾅδου. Περὶ φύσεως α′ β′. Ἐρώτημα περὶ φύσεως β′. Δόξαι ἢ ἐριστικός. Περὶ τοῦ μανθάνειν προβλήματα.