Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 7

6.177 Τούτου, καθάπερ προειρήκαμεν, ἤκουσε μετὰ Ζήνωνα καὶ Σφαῖρος ὁ Βοσποριανός, ὃς προκοπὴν ἱκανὴν περιποιησάμενος λόγων εἰς Ἀλεξάνδρειαν ἀπῄει πρὸς Πτολεμαῖον τὸν Φιλοπάτορα. λόγου δέ ποτε γενομένου περὶ τοῦ δοξάσειν τὸν σοφὸν καὶ τοῦ Σφαίρου εἰπόντος ὡς οὐ δοξάσει, βουλόμενος ὁ βασιλεὺς ἐλέγξαι αὐτόν, κηρίνας ῥόας ἐκέλευσε παρατεθῆναι· τοῦ δὲ Σφαίρου ἀπατηθέντος ἀνεβόησεν ὁ βασιλεὺς ψευδεῖ συγκατατεθεῖσθαι αὐτὸν φαντασίᾳ. πρὸς ὃν ὁ Σφαῖρος εὐστόχως ἀπεκρίνατο, εἰπὼν οὕτως συγκατατεθεῖσθαι, οὐχ ὅτι ῥόαι εἰσίν, ἀλλʼ ὅτι εὔλογόν ἐστι ῥόας αὐτὰς εἶναι· διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου. πρὸς δὲ Μνησίστρατον κατηγοροῦντα αὐτοῦ ὅτι Πτολεμαῖον οὔ φησι βασιλέα εἶναι, τοιοῦτον δʼ ὄντα τὸν Πτολεμαῖον καὶ βασιλέα εἶναι.
6.178 Βιβλία δὲ γέγραφε τάδε· Περὶ κόσμου δύο. Περὶ στοιχείων. Περὶ σπέρματος. Περὶ τύχης. Περὶ ἐλαχίστων. Πρὸς τὰς ἀτόμους καὶ τὰ εἴδωλα. Περὶ αἰσθητηρίων. Περὶ Ἡρακλείτου πέντε διατριβῶν. Περὶ τῆς ἠθικῆς διατάξεως. Περὶ καθήκοντος. Περὶ ὁρμῆς. Περὶ παθῶν δύο. Περὶ βασιλείας. Περὶ Λακωνικῆς πολιτείας. Περὶ Λυκούργου καὶ Σωκράτους τρίς. Περὶ νόμου. Περὶ μαντικῆς. Διαλόγους ἐρωτικούς. Περὶ τῶν Ἐρετριακῶν φιλοσόφων. Περὶ ὁμοίων. Περὶ ὅρων. Περὶ ἕξεως. Περὶ τῶν ἀντιλεγομένων τρία. Περὶ λόγου. Περὶ πλούτου. Περὶ δόξης. Περὶ θανάτου. Τέχνης διαλεκτικῆς δύο. Περὶ κατηγορημάτων. Περὶ ἀμφιβολιῶν. Ἐπιστολάς.

Κεφ. ζ′. ΧΡΓΣΙΠΠΟΣ

7.179 Χρύσιππος Ἀπολλωνίου Σολεὺς ἢ Ταρσεύς, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μαθητὴς Κλεάνθους. οὗτος πρότερον μὲν δόλιχον ἤσκει, ἔπειτʼ ἀκούσας Ζήνωνος ἢ Κλεάνθους, ὡς Διοκλῆς καὶ οἱ πλείους, ἔτι τε ζῶντος ἀπέστη αὐτοῦ καὶ οὐχ ὁ τυχὼν ἐγένετο κατὰ φιλοσοφίαν· ἀνὴρ εὐφυὴς καὶ ὀξύτατος ἐν παντὶ μέρει οὕτως ὥστε καὶ ἐν τοῖς πλείστοις διηνέχθη πρὸς Ζήνωνα, ἀλλὰ καὶ πρὸς Κλεάνθην, ᾧ καὶ πολλάκις ἔλεγε μόνης τῆς τῶν δογμάτων διδασκαλίας χρῄζειν, τὰς δὲ ἀποδείξεις αὐτὸς εὑρήσειν. μετενόει μέντοι ὁπότε πρὸς αὐτὸν ἀποτείνοιτο, ὥστε συνεχὲς προφέρεσθαι ταῦτα· ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνὴρ πλὴν εἰς Κλεάνθην· τοῦτο δʼ οὐκ εὐδαιμονῶ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi