Kitap 7
7.189
Ἐπεὶ δʼ ἐνδοξότατα τὰ βιβλίʼ ἐστὶν αὐτῷ, ἔδοξέ μοι καὶ τὴν πρὸς εἶδος ἀναγραφὴν αὐτῶν ἐνταῦθα καταχωρίσαι. καὶ ἔστι τάδε·
7.189
Λογικοῦ τόπου. Θέσεις λογικαί. Τῶν τοῦ φιλοσόφου σκεμμάτων. Ὅρων διαλεκτικῶν πρὸς Μητρόδωρον ς′. Περὶ τῶν κατὰ τὴν διαλεκτικὴν ὀνομάτων πρὸς Ζήνωνα α′.
7.190
Τέχνη διαλεκτικὴ πρὸς Ἀρισταγόραν α′. Συνημμένων πιθανῶν πρὸς Διοσκουρίδην δ′.
7.190
Λογικοῦ τόπου τοῦ περὶ τὰ πράγματα. Σύνταξις πρώτη· Περὶ ἀξιωμάτων α′. Περὶ τῶν οὐχ ἁπλῶν ἀξιωμάτων α′. Περὶ τοῦ συμπεπλεγμένου πρὸς Ἀθηνάδην α′ β′. Περὶ ἀποφατικῶν πρὸς Ἀρισταγόραν γ′. Περὶ τῶν καταγορευτικῶν πρὸς Ἀθηνόδωρον α′. Περὶ τῶν κατὰ στέρησιν λεγομένων πρὸς Θέαρον α′. Περὶ τῶν ἀορίστων ἀξιωμάτων πρὸς Δίωνα α′ β′ γ′. Περὶ τῆς διαφορᾶς τῶν ἀορίστων α′ β′ γ′ δ′. Περὶ τῶν κατὰ χρόνους λεγομένων α′ β′. Περὶ συντελικῶν ἀξιωμάτων β′. Σύνταξις δευτέρα· Περὶ ἀληθοῦς διεζευγμένου πρὸς Γοργιππίδην α′. Περὶ ἀληθοῦς συνημμένου πρὸς Γοργιππίδην α′ β′ γ′ δ′.
7.191
Αἵρεσις πρὸς Γοργιππίδην α′. Πρὸς τὸ περὶ ἀκολούθων α′. Περὶ τοῦ διὰ τριῶν πάλιν πρὸς Γοργιππίδην α′. Περὶ δυνατῶν πρὸς Κλεῖτον δ′. Πρὸς τὸ περὶ σημασιῶν Φίλωνος α′. Περὶ τοῦ τίνα ἐστὶ τὰ ψευδῆ α′. Σύνταξις τρίτη· Περὶ προσταγμάτων β′. Περὶ ἐρωτήσεως β′. Περὶ πεύσεως δ′. Ἐπιτομὴ περὶ ἐρωτήσεως καὶ πεύσεως α′. Ἐπιτομὴ περὶ ἀποκρίσεως α′. Περὶ ζητήσεως β′. Περὶ ἀποκρίσεως δ′.
7.192
Σύνταξις τετάρτη· Περὶ τῶν κατηγορημάτων πρὸς Μητρόδωρον ι′. Περὶ ὀρθῶν καὶ ὑπτίων πρὸς Φύλαρχον α′. Περὶ τῶν συναμμάτων πρὸς Ἀπολλωνίδην α′. Πρὸς Πασύλον περὶ κατηγορημάτων δ′. Σύνταξις πέμπτη· Περὶ τῶν πέντε πτώσεων α′. Περὶ τῶν κατὰ τὸ ὑποκείμενον ὡρισμένων ἐκφορῶν α′. Περὶ παρεμφάσεως πρὸς Στησαγόραν β′. Περὶ τῶν προσηγορικῶν β′.