Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 7

7.192 Λογικοῦ τόπου περὶ τὰς λέξεις καὶ τὸν κατʼ αὐτὰς λόγον. Σύνταξις πρώτη· Περὶ τῶν ἑνικῶν καὶ πληθυντικῶν ἐκφορῶν ς′. Περὶ λέξεων πρὸς Σωσιγένην καὶ Ἀλέξανδρον ε′. Περὶ τῆς κατὰ τὰς λέξεις ἀνωμαλίας πρὸς Δίωνα δ′. Περὶ τῶν πρὸς τὰς φωνὰς σωριτῶν λόγων γ′. Περὶ σολοικισμῶν. Περὶ σολοικιζόντων λόγων πρὸς Διονύσιον α′. Λόγοι παρὰ τὰς συνηθείας α′. Λέξις πρὸς Διονύσιον α′. Σύνταξις δευτέρα· Περὶ τῶν στοιχείων τοῦ λόγου καὶ τῶν λεγομένων ε′. Περὶ τῆς συντάξεως τῶν λεγομένων δ′.
7.193 Περὶ τῆς συντάξεως καὶ στοιχείων τῶν λεγομενων πρὸς Φίλιππον γ′. Περὶ τῶν στοιχείων τοῦ λόγου πρὸς Νικίαν α′. Περὶ τοῦ πρὸς ἕτερα λεγομένου α′. Σύνταξις τρίτη· Πρὸς τοὺς μὴ διαιρουμένους β′. Περὶ ἀμφιβολιῶν πρὸς Ἀπολλᾶν δ′. Περὶ τῶν τροπικῶν ἀμφιβολιῶν α′. Περὶ συνημμένης τροπικῆς ἀμφιβολίας β′. Πρὸς τὸ περὶ ἀμφιβολιῶν Πανθοίδου β′. Περὶ τῆς εἰς τὰς ἀμφιβολίας εἰσαγωγῆς ε′. Ἐπιτομὴ τῶν πρὸς Ἐπικράτην ἀμφιβολιῶν α′. Συνημμένα πρὸς τὴν εἰσαγωγὴν τῶν εἰς τὰς ἀμφιβολίας β′.
7.193 Λογικοῦ τόπου πρὸς τοὺς λόγους καὶ τοὺς τρόπους. Σύνταξις πρώτη· Τέχνη λόγων καὶ τρόπων πρὸς Διοσκουρίδην ε′.
7.194 Περὶ τῶν λόγων γ′. Περὶ τρόπων συστάσεως πρὸς Στησαγόραν β′. Σύγκρισις τῶν τροπικῶν ἀξιωμάτων α′. Περὶ ἀντιστρεφόντων λόγων καὶ συνημμένων α′. Πρὸς Ἀγάθωνα ἢ περὶ τῶν ἑξῆς προβλημάτων α′. Περὶ τοῦ τίνα συλλογιστικά τινος μετʼ ἄλλου τε καὶ μετʼ ἄλλων α′. Περὶ τῶν ἐπιφορῶν πρὸς Ἀρισταγόραν α′. Περὶ τοῦ τάττεσθαι τὸν αὐτὸν λόγον ἐν πλείοσι τρόποις α′. Πρὸς τὰ ἀντειρημένα τῷ τὸν αὐτὸν λόγον ἐν συλλογιστικῷ καὶ ἀσυλλογίστῳ τετάχθαι τρόπῳ β′. Πρὸς τὰ ἀντειρημένα ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι γ′. Πρὸς τὸ περὶ τρόπων Φίλωνος πρὸς Τιμόστρατον α′. Λογικὰ συνημμένα πρὸς Τιμοκράτην καὶ Φιλομαθῆ· εἰς τὰ περὶ λόγων καὶ τρόπων α′.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi