Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 7

7.198 Περὶ τοῦ ἐγκεκαλυμμένου πρὸς Ἀριστόβουλον β′. Περὶ τοῦ διαλεληθότος πρὸς Ἀθηνάδην α′. Σύνταξις ὀγδόη· Περὶ τοῦ οὔτιδος πρὸς Μενεκράτην η′. Περὶ τῶν ἐξ ἀορίστου καὶ ὡρισμένου λόγων πρὸς Πασύλον β′. Περὶ οὔτιδος λόγου πρὸς Ἐπικράτην α′. Σύνταξις ἐνάτη· Περὶ τῶν σοφισμάτων πρὸς Ἡρακλείδην καὶ Πόλλιν β′. Περὶ τῶν ἀπόρων διαλεκτικῶν πρὸς Διοσκουρίδην ε′. Πρὸς τὸ Ἀρκεσιλάου μεθόδιον πρὸς Σφαῖρον α′. Σύνταξις δεκάτη· Κατὰ τῆς συνηθείας πρὸς Μητρόδωρον ς′. Ὑπὲρ τῆς συνηθείας πρὸς Γοργιππίδην ζ′.
7.198 Λογικοῦ τόπου τὰ τῶν προειρημένων τεττάρων διαφορῶν ἐκτὸς ὄντα καὶ περιέχοντα 〈τὰσ〉 σποράδην καὶ οὐ σωματικὰς ζητήσεις λογικάς, περὶ τῶν καταλεγομένων ζητημάτων ἐννέα καὶ τριάκοντα. ὁμοῦ τὰ πάντα τοῦ λογικοῦ ἕνδεκα καὶ τριακόσια.
7.199 Ἠθικοῦ λόγου τοῦ περὶ τὴν διάρθρωσιν τῶν ἠθικῶν ἐννοιῶν. Σύνταξις πρώτη· Ὑπογραφὴ τοῦ 〈ἠθικοῦ〉 λόγου πρὸς Θεόπορον α′. Θέσεις ἠθικαὶ α′. Πιθανὰ λήμματα εἰς τὰ δόγματα πρὸς Φιλομαθῆ γ′. Ὅρων τῶν τοῦ ἀστείου πρὸς Μητρόδωρον β′. Ὅρων τῶν τοῦ φαύλου πρὸς Μητρόδωρον β′. Ὅρων τῶν ἀναμέσων πρὸς Μητρόδωρον β′. Ὅρων τῶν κατὰ γένος πρὸς Μητρόδωρον ζ′. Ὅρων τῶν κατὰ τὰς ἄλλας τέχνας πρὸς Μητρόδωρον α′ β′. Σύνταξις δευτέρα· Περὶ τῶν ὁμοίων πρὸς Ἀριστοκλέα γ′. Περὶ τῶν ὅρων πρὸς Μητρόδωρον ζ′. Σύνταξις τρίτη· Περὶ τῶν οὐκ ὀρθῶς τοῖς ὅροις ἀντιλεγομένων πρὸς Λαοδάμαντα ζ′.
7.200 Πιθανὰ εἰς τοὺς ὅρους πρὸς Διοσκουρίδην β′. Περὶ εἰδῶν καὶ γενῶν πρὸς Γοργιππίδην β′. Περὶ διαιρέσεων α′. Περὶ ἐναντίων πρὸς Διονύσιον β′. Πιθανὰ πρὸς τὰς διαιρέσεις καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ 〈τὰ〉 περὶ τῶν ἐναντίων α′. Σύνταξις τετάρτη· Περὶ τῶν ἐτυμολογικῶν πρὸς Διοκλέα ζ′. Ἐτυμολογικῶν πρὸς Διοκλέα δ′. Σύνταξις πέμπτη· Περὶ παροιμιῶν πρὸς Ζηνόδοτον β′. Περὶ ποιημάτων πρὸς Φιλομαθῆ α′. Περὶ τοῦ πῶς δεῖ τῶν ποιημάτων ἀκούειν β′. Πρὸς τοὺς κριτικοὺς πρὸς Διόδωρον α′.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi