Kitap 9
7.46
Ἔστι δε ἤθικα μὲν τάδε· Πυθαγόρης. Περὶ τῆς τοῦ σοφοῦ διαθέσεως. Περὶ τῶν ἐν Ἅιδου. Τριτογένεια ʽτοῦτο δέ ἐστιν, ὅτι τρία γίνεται ἐξ αὐτῆς, ἃ πάντα ἀνθρώπινα συνέχεἰ. Περὶ ἀνδραγαθίας ἢ περὶ ἀρετῆς. Ἀμαλθείης κέρας. Περὶ εὐθυμίης. Ὑπομνημάτων ἠθικῶν· ἡ γὰρ Εὐεστὼ οὐχ εὑρίσκεται. καὶ ταῦτα μὲν τὰ ἠθικα.
7.46
Φυσικὰ δὲ τάδε· Μέγας διάκοσμος (ὃν οἱ περὶ Θεόφραστον Λευκίππου φασὶν εἶναι). Μικρὸς διάκοσμος. Κοσμογραφίη. Περὶ τῶν πλανήτων. Περὶ φύσεως πρῶτον. Περὶ ἀνθρώπου φύσιος (ἢ Περὶ σαρκό̓ς), δεύτερον. Περὶ νοῦ. Περὶ αἰσθησίων (ταῦτά τινες ὅμου γράφοντες Περὶ ψυχῆς ἐπιγράφουσι). Περὶ χυμῶν. Περὶ χροῶν.
7.47
Περὶ τῶν διαφερόντων ῥυσμῶν. Περὶ ἀμειψιρυσμιῶν. Κρατυντήρια (ὅπερ ἐστὶν ἐπικριτικὰ τῶν προειρημένων). Περὶ εἰδώλων ἢ περὶ προνοίας. προνοίας] ἀπορροίης coni. Krische. Περὶ λογικῶν ἢ κανὼν α′ β′ γʼ. Ἀπορημάτων. ταῦτα καὶ περὶ φύσεως.
7.47
Τὰ δὲ ἀσύντακτά ἐστι τάδε· Αἰτίαι οὐράνιαι. Αἰτίαι ἀέριοι. Αἰτίαι ἐπίπεδοι. Αἰτίαι περὶ πυρὸς καὶ τῶν ἐν πυρἱ. Αἰτίαι περὶ φωνῶν. Αἰτίαι περὶ σπερμάτων καὶ φυτὣν καὶ καρπῶν. Αἰτίαι περὶ ζῴων α′ β′ γʼ. Αἰτίαι σύμμικτοι. Περὶ τῆς λίθου. ταῦτα καὶ τὰ ἀσύντακτα.
7.47
Μαθηματικὰ δὲ τάδε· Περὶ διαφορῆς γωνίης γωνίης] γνώμης vulg. ἢ Περὶ ψαύσιος κύκλου καὶ σφαίρης. Περὶ γεωμετρίης. Γεωμετρικῶν. Ἀριθμοί. Περὶ ἀλόγων γραμμῶν καὶ ναστῶν α# β#. Ἐκπετάσματα.
7.48
Μέγας ἐνιαυτὸς ἢ Ἀστρονομίη, παράπηγμα. Ἅμιλλα κλεψύδρας 〈καὶ οὐρανοῦ〉. ἄμιλλα κλεψύδραι codd., coll. Art. Eudoxi 14. 13 (p. 21 Blass): corr. Diels. Οὐρανογραφίη. Γεωγραφίη. Πολογραφίη. Ἀκτινογραφίη. τοσαῦτα καὶ τὰ μαθηματικά.
7.48
Μουσικὰ δὲ τάδε· Περὶ ῥυθμῶν καὶ ἁρμονίης. Περὶ ποιήσιος. Περὶ καλλοσύνης ἐπέων. Περὶ εὐφώνων καὶ δυσφ〈·〉νων γραμμάτων. Περὶ Ὁμήρου ἢ ὀρθοεπείης καὶ γλωσσέων. Περὶ ἀοιδῆς. Περὶ ῥημάτων. Ὀνομαστικῶν. τοσαῦτα καὶ τὰ μουσικά.
7.48
Τεχνικὰ δὲ τάδε· Πρόγνωσις. Περὶ διαίτης ἢ διαιτητικόν. [Ἢ] Ἰητρικὴ γνώμη. Αἰτίαι περὶ ἀκαιριῶν καὶ ἐπικαιριῶν. Περὶ γεωργίης ἢ Γεωμετρικόν. Περὶ ζωγραφίης. Τακτικὸν καὶ Ὁπλομαχικόν. τοσαῦτα καὶ τάδε.