Kitap 2
7
δόξειε δʼ ἂν πᾶν τὸ κατʼ ἐπιθυμίαν ἑκούσιον εἶναι. τὸ γὰρ ἀκούσιον πᾶν δοκεῖ εἶναι βίαιον, τὸ δὲ βίαιον λυπηρόν, καὶ πᾶν ὃ ἀναγκαζόμενοι ποιοῦσιν ἢ πάσχουσιν, ὥσπερ καὶ Εὔηνος φησί πᾶν γὰρ ἀναγκαῖον πρᾶγμʼ ἀνιαρὸν ἔφυ. Evenus of Paros = Theog. 472 ὥστʼ εἴ τι λυπηρόν, βίαιον, καὶ εἰ βίαιον, λυπηρόν. τὸ δὲ παρὰ τὴν ἐπιθυμίαν πᾶν λυπηρόν (ἡ γὰρ ἐπιθυμία τοῦ ἡδέοσ)̓, ὥστε βίαιον καὶ ἀκούσιον. τὸ ἄρα κατʼ ἐπιθυμίαν ἑκούσιον· ἐναντία γὰρ ταῦτʼ ἀλλήλοις. ἔτι ἡ μοχθηρία ἀδικώτερον πᾶσα ποιεῖ, ἡ δʼ ἀκρασία μοχθηρία δοκεῖ εἶναι, ὁ δʼ ἀκρατὴς ὁ κατὰ τὴν ἐπιθυμίαν παρὰ τὸν λογισμὸν οἷος πράττειν, ἀκρατεύεται δʼ ὅταν ἐνεργῇ κατʼ αὐτήν, τὸ δʼ ἀδικεῖν ἑκούσιον, ὥσθʼ ὁ ἀκρατὴς ἀδικήσει τῷ πράττειν κατʼ ἐπιθυμίαν· ἑκὼν ἄρα πράξει, καὶ ἑκούσιον τὸ κατʼ ἐπιθυμίαν· καὶ γὰρ ἄτοπον εἰ δικαιότεροι ἔσονται οἱ ἀκρατεῖς γινόμενοι.—ἐκ μὲν τοίνυν τούτων δόξειεν ἂν τὸ κατʼ ἐπιθυμίαν ἑκούσιον εἶναι, ἐκ δὲ τῶνδε τοὐναντίον. ἅπαν γὰρ ὃ ἑκών τις πράττει, βουλόμενος πράττει, καὶ ὃ βούλεται, ἑκών. βούλεται δʼ οὐθεὶς ὃ οἴεται εἶναι κακόν. ἀλλὰ μὴν ὁ ἀκρατευόμενος οὐχ ἃ βούλεται ποιεῖ· τὸ γὰρ παρʼ ὃ οἴεται βέλτιστον εἶναι πράττειν διʼ ἐπιθυμίαν ἀκρατεύεσθαι ἐστίν. ὥστε ἅμα συμβήσεται τὸν αὐτὸν ἑκόντα καὶ ἄκοντα πράττειν· τοῦτο δʼ ἀδύνατον. ἔτι δʼ ὁ ἐγκρατὴς δικαιοπραγήσει, καὶ μᾶλλον τῆς ἀκρασίας. ἡ γὰρ ἐγκράτεια ἀρετή, ἡ δʼ ἀρετὴ δικαιοτέρους ποιεῖ. ἐγκρατεύεται δʼ ὅταν πράττῃ παρὰ τὴν ἐπιθυμίαν κατὰ τὸν λογισμόν. ὥστʼ εἰ τὸ μὲν δικαιοπραγεῖν ἑκούσιον, ὥσπερ καὶ τὸ ἀδικεῖν (ἄμφω γὰρ δοκεῖ ταῦτα ἑκούσια εἶναι, καὶ ἀνάγκη, εἰ θάτερον ἑκούσιον, καὶ θάτερον), τὸ δὲ παρὰ τὴν ἐπιθυμίαν ἀκούσιον, ἅμα ἄρα ὁ αὐτὸς τὸ αὐτὸ πράξει ἑκὼν καὶ ἄκων.