Kitap 2
7
ὁ δʼ αὐτὸς λόγος καὶ περὶ θυμοῦ. ἀκρασία γὰρ καὶ ἐγκράτεια καὶ θυμοῦ δοκεῖ εἶναι, ὥσπερ καὶ ἐπιθυμίας· καὶ τὸ παρὰ τὸν θυμὸν λυπηρόν, καὶ βίαιον ἡ κάθεξις, ὥστʼ εἰ τὸ βίαιον ἀκούσιον, τὸ κατὰ τὸν θυμὸν ἑκούσιον ἂν εἴη πᾶν. ἔοικε δὲ καὶ Ἡράκλειτος λέγειν εἰς τὴν ἰσχὺν τοῦ θυμοῦ βλέψας ὅτι λυπηρὰ ἡ κώλυσις αὐτοῦ· "χαλεπὸν γάρ" φησι "θυμῷ μάχεσθαι· ψυχῆς γὰρ ὠνεῖται." εἰ δʼ ἀδύνατον τὸ αὐτὸν ἑκόντα καὶ ἄκοντα πράττειν ἅμα τὸ κατὰ τὸ αὐτὸ τοῦ πράγματος, μᾶλλον ἑκούσιον τὸ κατὰ βούλησιν τοῦ κατʼ ἐπιθυμίαν καὶ θυμόν. τεκμήριον δέ· πολλὰ γὰρ πράττομεν ἑκόντες ἄνευ ὀργῆς καὶ ἐπιθυμίας.
7
λείπεται ἄρα, εἰ τὸ βουλόμενον καὶ ἑκούσιον ταὐτό, σκέψασθαι. φαίνεται δὲ καὶ τοῦτο ἀδύνατον. ὑπόκειται γὰρ ἡμῖν καὶ δοκεῖ ἡ μοχθηρία ἀδικωτέρους ποιεῖν, ἡ δʼ ἀκρασία μοχθηρία τις φαίνεται· συμβήσεται δὲ τοὐναντίον. βούλεται μὲν γὰρ οὐθεὶς ἃ οἴεται εἶναι κακά, πράττει δʼ ὅταν γίνηται ἀκρατής· εἰ οὖν τὸ μὲν ἀδικεῖν ἑκούσιον, τὸ δʼ ἑκούσιον τὸ κατὰ βούλησιν, ὅταν ἀκρατὴς γένηται, οὐκέτι ἀδικήσει, ἀλλʼ ἔσται δικαιότερος ἢ πρὶν γενέσθαι ἀκρατής. τοῦτο δʼ ἀδύνατον.
8
ὅτι μὲν τοίνυν οὐκ ἔστι τὸ ἑκούσιον τὸ κατὰ ὄρεξιν πράττειν, οὐδʼ ἀκούσιον τὸ παρὰ τὴν ὄρεξιν, φανερόν· ὅτι δʼ οὐδὲ κατὰ προαίρεσιν, πάλιν ἐκ τῶνδε δῆλον. τὸ μὲν γὰρ κατὰ βούλησιν ὡς οὐκ ἀκούσιον ἀπεδείχθη, ἀλλὰ μᾶλλον πᾶν ὃ βούλεται καὶ ἑκούσιον (ἀλλʼ ὅτι καὶ μὴ βουλόμενον ἐνδέχεται πράττειν ἑκόντα, τοῦτο δέδεικται μόνον)· πολλὰ δὲ βουλόμενοι πράττομεν ἐξαίφνης, προαιρεῖται δʼ οὐδεὶς οὐδὲν ἐξαίφνης.