Kitap 2
1
ἔτι ἔστω ψυχῆς ἔργον τὸ ζῆν ποιεῖν, τοῦ δὲ χρῆσις καὶ ἐγρήγορσις· ὁ γὰρ ὕπνος ἀργία τις καὶ ἡσυχία. ὥστʼ ἐπεὶ τὸ ἔργον ἀνάγκη ἓν καὶ ταὐτὸ εἶναι τῆς ψυχῆς καὶ τῆς ἀρετῆς, ἔργον ἂν εἴη τῆς ἀρετῆς ζωὴ σπουδαία. τοῦτʼ ἄρα ἐστὶ τὸ τέλεον ἀγαθόν, ὅπερ ἦν ἡ εὐδαιμονία. δῆλον δὲ ἐκ τῶν ὑποκειμένων (ἦν μὲν γὰρ ἡ εὐδαιμονία τὸ ἄριστον, τὰ δὲ τέλη ἐν ψυχῇ καὶ τὰ ἄριστα τῶν ἀγαθῶν, αὐτὴ δὲ ἢ ἕξις ἢ ἐνέργεια), ἐπεὶ βέλτιον ἡ ἐνέργεια τῆς διαθέσεως καὶ τῆς βελτίστης ἕξεως ἡ βελτίστη ἐνέργεια, ἡ δʼ ἀρετὴ βελτίστη ἕξις, τῆς ἀρετῆς ἐνέργειαν τῆς ψυχῆς ἄριστον εἶναι. ἦν δὲ καὶ ἡ εὐδαιμονία τὸ ἄριστον. ἔστιν ἄρα ἡ εὐδαιμονία ψυχῆς ἀγαθῆς ἐνέργεια. ἐπεὶ δὲ ἦν ἡ εὐδαιμονία τέλεόν τι, καὶ ἔστι ζωὴ καὶ τελέα καὶ ἀτελής, καὶ ἀρετὴ ὡσαύτως (ἣ μὲν γὰρ ὅλη, ἣ δὲ μόριον), ἡ δὲ τῶν ἀτελῶν ἐνέργεια ἀτελής, εἴη ἂν ἡ εὐδαιμονία ζωῆς τελείας ἐνέργεια κατʼ ἀρετὴν τελείαν.