Kitap 2
1
ὅτι δὲ τὸ γένος καὶ τὸν ὅρον αὐτῆς λέγομεν καλῶς, μαρτύρια τὰ δοκοῦντα πᾶσιν ἡμῖν. τό τε γὰρ εὖ πράττειν καὶ τὸ εὖ ζῆν τὸ αὐτὸ τῷ εὐδαιμονεῖν, ὧν ἕκαστον χρῆσίς ἐστι καὶ ἐνέργεια, καὶ ἡ ζωὴ καὶ ἡ πρᾶξις (καὶ γὰρ ἡ πρακτικὴ χρηστικὴ ἐστίν· ὁ μὲν γὰρ χαλκεὺς ποιεῖ χαλινόν, χρῆται δʼ ὁ ἱππικός) καὶ τὸ μήτε μίαν ἡμέραν εἶναι εὐδαίμονα μήτε παῖδα μήθʼ ἡλικίαν πᾶσαν (διὸ καὶ τὸ Σόλωνος ἔχει καλῶς, τὸ μὴ ζῶντʼ εὐδαιμονίζειν, ἀλλʼ ὅταν λάβῃ τέλος· οὐθὲν γὰρ ἀτελὲς εὔδαιμον· οὐ γὰρ ὅλον)· ἔτι δʼ οἱ ἔπαινοι τῆς ἀρετῆς διὰ τὰ ἔργα, καὶ τὰ ἐγκώμια τῶν ἔργων· καὶ στεφανοῦνται οἱ νικῶντες, ἀλλʼ οὐχ οἱ δυνάμενοι νικᾶν, μὴ νικῶντες δέ· καὶ τὸ κρίνειν ἐκ τῶν ἔργων ὁποῖός τις ἐστίν· ἔτι διὰ τί ἡ εὐδαιμονία οὐκ ἐπαινεῖται; ὅτι διὰ ταύτην τἆλλα, ἢ τῷ εἰς ταύτην ἀναφέρεσθαι ἢ τῷ μόρια εἶναι αὐτῆς. διὸ ἕτερον εὐδαιμονισμὸς καὶ ἔπαινος καὶ ἐγκώμιον. τὸ μὲν γὰρ ἐγκώμιον λόγος τοῦ καθʼ ἕκαστον ἔργου· ὁ δʼ ἔπαινος τοιοῦτον εἶναι καθόλου· ὁ δʼ εὐδαιμονισμὸς τέλους. καὶ τὸ ἀπορούμενον δʼ ἐνίοτε δῆλον ἐκ τούτων, διὰ τί ποτʼ οὐθὲν βελτίους οἱ σπουδαῖοι τῶν φαύλων τὸν ἥμισυν τοῦ βίου· ὅμοιοι γὰρ καθεύδοντες πάντες. αἴτιον δʼ ὅτι ἀργία ψυχῆς ὁ ὕπνος, ἀλλʼ οὐκ ἐνέργεια. διὸ καὶ ἄλλο εἴ τι μόριόν ἐστι ψυχῆς, οἷον τὸ θρεπτικόν, ἡ τούτου ἀρετὴ οὐκ ἔστι μόριον τῆς ὅλης ἀρετῆς, ὥσπερ οὐδʼ ἡ τοῦ σώματος· ἐν τῷ ὕπνῳ γὰρ μᾶλλον ἐνεργεῖ τὸ θρεπτικόν, τὸ δʼ αἰσθητικὸν καὶ ὀρεκτικὸν ἀτελῆ ἐν τῷ ὕπνῳ. ὅσον δὲ τοῦ πῃ κινεῖσθαι μετέχουσι, καὶ αἱ φαντασίαι βελτίους αἱ τῶν σπουδαίων, ἐὰν μὴ διὰ νόσον ἢ πήρωσιν.