Thesauros Edebiyat Felsefe Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Kitap 2

3 διωρισμένων δὲ τούτων, ληπτέον ὅτι ἐν ἅπαντι συνεχεῖ καὶ διαιρετῷ ἐστιν ὑπεροχὴ καὶ ἔλλειψις καὶ μέσον, καὶ ταῦτα ἢ πρὸς ἄλληλα ἢ πρὸς ἡμᾶς, οἷον ἐν γυμναστικῇ, ἐν ἰατρικῇ, ἐν οἰκοδομικῇ, ἐν κυβερνητικῇ, καὶ ἐν ὁποιᾳοῦν πράξει, καὶ ἐπιστημονικῇ καὶ ἀνεπιστημονικῇ, καὶ τεχνικῇ καὶ ἀτέχνῳ. ἡ μὲν γὰρ κίνησις συνεχές, ἡ δὲ πρᾶξις κίνησις. ἐν πᾶσι δὲ τὸ μέσον τὸ πρὸς ἡμᾶς βέλτιστον· τοῦτο γάρ ἐστιν ὡς ἡ ἐπιστήμη κελεύει καὶ ὁ λόγος. πανταχοῦ δὲ τοῦτο καὶ ποιεῖ τὴν βελτίστην ἕξιν. καὶ τοῦτο δῆλον διὰ τῆς ἐπαγωγῆς καὶ τοῦ λόγου. τὰ γὰρ ἐναντία φθείρει ἄλληλα· τὰ δʼ ἄκρα καὶ ἀλλήλοις καὶ τῷ μέσῳ ἐναντία. τὸ γὰρ μέσον ἑκάτερον πρὸς ἑκάτερον ἐστίν, οἷον τὸ ἴσον τοῦ μὲν ἐλάττονος μεῖζον, τοῦ μείζονος δὲ ἔλαττον. ὥστʼ ἀνάγκη τὴν ἠθικὴν ἀρετὴν περὶ μέσʼ ἄττα εἶναι καὶ μεσότητα τινά. ληπτέον ἄρα ἡ ποία μεσότης ἀρετή, καὶ περὶ ποῖα μέσα. εἰλήφθω δὴ παραδείγματος χάριν, καὶ θεωρείσθω ἕκαστον ἐκ τῆς ὑπογραφῆς. ὀργιλότης ἀναλγησία πραότης. θρασύτης δειλία ἀνδρεία. ἀναισχυντία κατάπληξις αἰδώς. ἀκολασία ἀναισθησία σωφροσύνη. φθόνος ἀνώνυμον νέμεσις. κέρδος ζημία δίκαιον. ἀσωτία ἀνελευθερία ἐλευθεριότης. ἀλαζονεία εἰρωνεία ἀλήθεια. κολακεία ἀπέχθεια φιλία. ἀρέσκεια αὐθάδεια σεμνότης. τρυφερότης κακοπάθεια καρτερία. χαυνότης μικροψυχία μεγαλοψυχία. δαπανηρία μικροπρέπεια μεγαλοπρέπεια. πανουργία εὐήθεια φρόνησις. τὰ μὲν πάθη ταῦτα καὶ τοιαῦτα συμβαίνει ταῖς ψυχαῖς, πάντα δὲ λέγεται τὰ μὲν τῷ ὑπερβάλλειν τὰ δὲ τῷ ἐλλείπειν. ὀργίλος μὲν γάρ ἐστιν ὁ μᾶλλον ἢ δεῖ ὀργιζόμενος καὶ θᾶττον καὶ πλείοσιν ἢ οἷς δεῖ, ἀνάλγητος δὲ ὁ ἐλλείπων καὶ οἷς καὶ ὅτε καὶ ὥς· καὶ θρασὺς μὲν ὁ μήτε ἃ χρὴ φοβούμενος μήθʼ ὅτε μήθʼ ὥς, δειλὸς δὲ ὁ καὶ ἃ μὴ δεῖ καὶ ὅτʼ οὐ δεῖ καὶ ὡς οὐ δεῖ· ὁμοίως δὲ καὶ ὁ ἀκόλαστος καὶ ὁ ἐπιθυμητικὸς καὶ ὁ ὑπερβάλλων πᾶσιν ὅσοις ἐνδέχεται, ἀναίσθητος δὲ ὁ ἐλλείπων καὶ μηδʼ ὅσον βέλτιον καὶ κατὰ τὴν φύσιν ἐπιθυμῶν, ἀλλʼ ἀπαθὴς ὥσπερ λίθος· κερδαλέος δὲ ὁ πανταχόθεν πλεονεκτικός, ζημιώδης δὲ ὁ μηδαμόθεν, ἀλλʼ ὀλιγαχόθεν· ἀλαζὼν δὲ ὁ πλείω τῶν ὑπαρχόντων προσποιούμενος, εἴρων δὲ ὁ ἐλάττω· καὶ κόλαξ μὲν ὁ πλείω συνεπαινῶν ἢ καλῶς ἔχει, ἀπεχθητικὸς δὲ ὁ ἐλάττω· καὶ τὸ μὲν λίαν πρὸς ἡδονὴν ἀρέσκεια, τὸ δʼ ὀλίγα καὶ μόγις εὐθάδεια· ἔτι δʼ ὁ μὲν μηδεμίαν ὑπομένων λύπην, μηδʼ εἰ βέλτιον, τρυφερός, ὁ δὲ πᾶσαν ὁμοίως ὡς μὲν ἁπλῶς εἰπεῖν ἀνώνυμος, μεταφορᾷ δὲ λέγεται σκληρὸς καὶ ταλαίπωρος καὶ κακοπαθητικός· χαῦνος δʼ ὁ μειζόνων ἀξιῶν αὑτόν, μικρόψυχος δʼ ὁ ἐλαττόνων· ἔτι δʼ ἄσωτος ὁ πρὸς ἅπασαν δαπάνην ὑπερβάλλων, ἀνελεύθερος δὲ ὁ πρὸς ἅπασαν ἐλλείπων· ὁμοίως δὲ καὶ ὁ μικροπρεπὴς καὶ ὁ σαλάκων, ὁ μὲν γὰρ ὑπερβάλλει τὸ πρέπον, ὁ δʼ ἐλλείπει τοῦ πρέποντος· καὶ ὁ μὲν πανοῦργος πάντως καὶ πάντοθεν πλεονεκτικός, ὁ δʼ εὐήθης οὐδʼ ὅθεν δεῖ· φθονερὸς δὲ τῷ λυπεῖσθαι ἐπὶ πλείοσιν εὐπραγίαις ἢ δεῖ (καὶ γὰρ οἱ ἄξιοι εὖ πράττειν λυποῦσι τοὺς φθονεροὺς εὖ πράττοντες), ὁ δʼ ἐναντίος ἀνωνυμώτερος, ἔστι δʼ ὁ ὑπερβάλλων ἐπὶ τῷ μὴ λυπεῖσθαι μηδʼ ἐπὶ τοῖς ἀναξίοις εὖ πράττουσιν, ἀλλʼ εὐχερὴς ὥσπερ οἱ γαστρίμαργοι πρὸς τροφήν, ὃ δὲ δυσχερὴς κατὰ τὸν φθόνον ἐστίν.— τὸ δὲ πρὸς ἕκαστον μὴ κατὰ συμβεβηκὸς οὕτως ἔχειν περίεργον διορίζειν· οὐδεμία γὰρ ἐπιστήμη, οὔτε θεωρητικὴ οὔτε ποιητική, οὔτε λέγει οὔτε πράττει τοῦτο προσδιορίζουσα, ἀλλὰ τοῦτʼ ἐστι πρὸς τὰς συκοφαντίας τῶν τεχνῶν τὰς λογικάς. ἁπλῶς μὲν οὖν διωρίσθω τὸν τρόπον τοῦτον, ἀκριβέστερον δʼ, ὅταν περὶ τῶν ἕξεων λέγωμεν τῶν ἀντικειμένων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi