Thesauros Edebiyat Felsefe Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Kitap 2

5 ἐπεὶ δʼ ὑπόκειται ἀρετὴ εἶναι ἡ τοιαύτη ἕξις ἀφʼ ἧς πρακτικοὶ τῶν βελτίστων καὶ καθʼ ἣν ἄριστα διάκεινται περὶ τὸ βέλτιστον, βέλτιστον δὲ καὶ ἄριστον τὸ κατὰ τὸν ὀρθὸν λόγον, τοῦτο δʼ ἐστὶ τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως τῆς πρὸς ἡμᾶς· ἀναγκαῖον ἂν εἴη τὴν ἠθικὴν ἀρετὴν καθʼ αὑτὸν ἕκαστον μεσότητα εἶναι καὶ περὶ μέσʼ ἄττα ἐν ἡδοναῖς καὶ λύπαις καὶ ἡδέσι καὶ λυπηροῖς. ἔσται δʼ ἡ μεσότης ὁτὲ μὲν ἐν ἡδοναῖς (καὶ γὰρ ὑπερβολὴ καὶ ἔλλειψις), ὁτὲ δʼ ἐν λύπαις, ὁτὲ δʼ ἐν ἀμφοτέραις. ὁ γὰρ ὑπερβάλλων τῷ χαίρειν τῷ ἡδεῖ ὑπερβάλλει καὶ ὁ τῷ λυπεῖσθαι τῷ ἐναντίῳ, καὶ ταῦτα ἢ ἁπλῶς ἢ πρός τινα ὅρον, οἷον ὅταν μὴ ὡς οἱ πολλοί· ὁ δʼ ἀγαθὸς ὡς δεῖ.—ἐπεὶ δʼ ἐστί τις ἕξις ἀφʼ ἧς τοιοῦτος ἔσται ὁ ἔχων αὐτὴν ὥστε τοῦ αὐτοῦ πράγματος ὃ μὲν ἀποδέχεσθαι τὴν ὑπερβολὴν ὃ δὲ τὴν ἔλλειψιν, ἀνάγκη, ὡς ταῦτʼ ἀλλήλοις ἐναντία καὶ τῷ μέσῳ, οὕτω καὶ τὰς ἕξεις ἀλλήλαις ἐναντίας εἶναι καὶ τῇ ἀρετῇ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi