Thesauros Edebiyat Felsefe Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Kitap 3

1 ὅτι μὲν οὖν μεσότητές εἰσί τε ἐν ταῖς ἀρεταῖς, καὶ αὗται προαιρετικαί, καὶ αἱ ἐναντίαι κακίαι, καὶ τίνες εἰσὶν αὗται, καθόλου εἴρηται· καθʼ ἑκάστην δὲ λαμβάνοντες λέγωμεν ἐφεξῆς, καὶ πρῶτον εἴπωμεν περὶ ἀνδρείας.
1 σχεδὸν δὴ δοκεῖ πᾶσιν ὅ τʼ ἀνδρεῖος εἶναι περὶ φόβους καὶ ἡ ἀνδρεία μία τῶν ἀρετῶν. διείλομεν δʼ ἐν τῇ διαγραφῇ πρότερον καὶ θράσος καὶ φόβον ἐναντία· καὶ γάρ ἐστί πως ἀντικείμενα ἀλλήλοις. δῆλον οὖν ὅτι καὶ οἱ κατὰ τὰς ἕξεις ταύτας λεγόμενοι ὁμοίως ἀντικείσονται σφίσιν αὐτοῖς, οἷον ὁ δειλὸς (οὗτος γὰρ λέγεται κατὰ τὸ φοβεῖσθαι μᾶλλον ἢ δεῖ καὶ θαρρεῖν ἧττον ἢ δεῖ) καὶ ὁ θρασύς· καὶ γὰρ οὗτος κατὰ τὸ τοιοῦτος εἶναι οἷος φοβεῖσθαι μὲν ἧττον ἢ δεῖ, θαρρεῖν δὲ μᾶλλον ἢ δεῖ. διὸ καὶ παρωνυμιάζεται· ὁ γὰρ θρασὺς παρὰ τὸ θράσος λέγεται παρωνύμως. ὥστʼ ἐπεὶ ἡ ἀνδρεία ἐστὶν ἡ βελτίστη ἕξις περὶ φόβους καὶ θάρρη, δεῖ δὲ μήθʼ οὕτως ὡς οἱ θρασεῖς (τὰ μὲν γὰρ ἐλλείπουσι, τὰ δʼ ὑπερβάλλουσι) μήθʼ οὕτως ὡς οἱ δειλοί (καὶ γὰρ οὗτοι ταὐτὸ ποιοῦσι, πλὴν οὐ περὶ ταὐτὰ ἀλλʼ ἐξ ἐναντίας· τῷ μὲν γὰρ θαρρεῖν ἐλλείπουσι, τῷ δὲ φοβεῖσθαι ὑπερβάλλουσι), δῆλον ὡς ἡ μέση διάθεσις θρασύτητος καὶ δειλίας ἐστὶν ἀνδρεία· αὕτη γὰρ βελτίστη.
1 / 15 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi