Thesauros Edebiyat Felsefe Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Kitap 3

5 οὕτω μὲν οὖν δόξειεν ἂν ἐναντίως ἔχειν· τῷ γὰρ εἶναί τε μάλιστα περὶ τιμὴν καὶ καταφρονητικὸν εἶναι τῶν πολλῶν καὶ δόξης οὐχ ὁμολογεῖσθαι. δεῖ δὴ τοῦτο διορίσαντας εἰπεῖν. ἔστι γὰρ τιμὴ καὶ μικρὰ καὶ μεγάλη διχῶς. ἢ γὰρ τῷ ὑπὸ πολλῶν τῶν τυχόντων ἢ τῷ ὑπὸ τῶν ἀξίων λόγου, καὶ πάλιν τῷ ἐπὶ τίνι ἡ τιμὴ διαφέρει. μεγάλη γὰρ οὐ τῷ πλήθει τῶν τιμώντων οὐδὲ τῷ ποιῷ μόνον, ἀλλὰ καὶ τῷ τιμίαν εἶναι· τῇ ἀληθείᾳ δὲ καὶ ἀρχαὶ καὶ τἆλλα ἀγαθὰ τίμια καὶ ἄξια σπουδῆς ταῦτα ὅσα μεγάλα ἀληθῶς ἐστίν, ὥστε καὶ ἀρετὴ οὐδεμία ἄνευ μεγέθους· διὸ δοκοῦσι μεγαλοψύχους ποιεῖν ἑκάστη, περὶ ὅ ἐστιν ἑκάστη αὐτῶν, ὥσπερ εἴπομεν. ἀλλʼ ὅμως ἐστί τις παρὰ τὰς ἄλλας ἀρετὰς μία μεγαλοψυχία, ὥσπερ καὶ ἰδίᾳ μεγαλόψυχον τοῦτον λεκτέον τὸν ἔχοντα ταύτην. ἐπεὶ δʼ ἐστὶν ἔνια τῶν ἀγαθῶν τὰ μὲν τίμια τὰ δʼ ὡς διωρίσθη πρότερον, τῶν τοιούτων ἀγαθῶν δὲ τὰ μὲν μεγάλα κατʼ ἀλήθειαν τὰ δὲ μικρά, καὶ τούτων ἔνιοι ἄξιοι καὶ ἀξιοῦσιν αὑτούς, ἐν τούτοις ζητητέος ὁ μεγαλόψυχος. τετραχῶς δʼ ἀνάγκη διαφέρειν. ἔστι μὲν γὰρ ἄξιον εἶναι μεγάλων καὶ ἀξιοῦν ἑαυτὸν τούτων, ἔστι δὲ μικρὰ καὶ ἄξιόν τινα τηλικούτων καὶ ἀξιοῦν ἑαυτὸν τούτων, ἔστι δʼ ἀνάπαλιν πρὸς ἑκάτερα αὐτῶν· ὃ μὲν γὰρ ἂν εἴη τοιοῦτος οἷος ἄξιος ὢν μικρῶν μεγάλων ἀξιοῦν ἑαυτὸν τῶν ἐντίμων ἀγαθῶν, ὃ δὲ ἄξιος ὢν μεγάλων ἀξιοίη ἂν μικρῶν ἑαυτόν. ὁ μὲν οὖν ἄξιος μικρῶν, μεγάλων δʼ ἀξιῶν ἑαυτὸν ψεκτός (ἀνόητον γὰρ καὶ οὐ καλὸν τὸ παρὰ τὴν ἀξίαν τυγχάνειν), ψεκτὸς δὲ καὶ ὅστις ἄξιος ὢν ὑπαρχόντων αὐτῷ τῶν τοιούτων μετέχειν μὴ ἀξιοῖ ἑαυτόν· λείπεται δὲ ἐνταῦθα ἐναντίος τούτοις ἀμφοτέροις, ὅστις ὢν ἄξιος μεγάλων ἀξιοῖ αὐτὸς ἑαυτὸν τούτων, καὶ τοιοῦτός ἐστιν οἷος ἀξιοῦν ἑαυτόν. οὗτος ἐπαινετὸς καὶ μέσος τούτων. ἐπεὶ οὖν περὶ τιμῆς αἵρεσιν καὶ χρῆσιν καὶ τῶν ἄλλων ἀγαθῶν τῶν ἐντίμων ἀρίστη ἐστὶ διάθεσις ἡ μεγαλοψυχία, καὶ τοῦτʼ ἀποδίδομεν, καὶ οὐ περὶ τὰ χρήσιμα, τῷ μεγαλοψύχῳ, ἅμα δὲ καὶ ἡ μεσότης αὕτη ἐπαινετωτάτη· δῆλον ὅτι καὶ ἡ μεγαλοψυχία μεσότης ἂν εἴη, τῶν δʼ ἐναντίων, ὥσπερ διεγράψαμεν, ἡ μὲν ἐπὶ τὸ ἀξιοῦν ἑαυτὸν ἀγαθῶν μεγάλων ἀνάξιον ὄντα χαυνότης (τοὺς τοιούτους γὰρ χαύνους λέγομεν, ὅσοι μεγάλων οἴονται ἄξιοι εἶναι οὐκ ὄντες), ἡ δὲ περὶ τὸ ἄξιον ὄντα μὴ ἀξιοῦν ἑαυτὸν μεγάλων μικροψυχία (μικροψύχου γὰρ εἶναι δοκεῖ, ὅστις ὑπαρχόντων διʼ ἃ δικαίως ἂν ἠξιοῦτο, μὴ ἀξιοῖ μηθενὸς μεγάλου ἑαυτόν), ὥστʼ ἀνάγκη καὶ τὴν μεγαλοψυχίαν εἶναι μεσότητα χαυνότητος καὶ μικροψυχίας. ὁ δὲ τέταρτος τῶν διορισθέντων οὔτε πάμπαν ψεκτὸς οὔτε μεγαλόψυχος, περὶ οὐδὲν ἔχον ὢν μέγεθος· οὔτε γὰρ ἄξιος οὔτε ἀξιοῖ μεγάλων, διὸ οὐκ ἐναντίος. καίτοι δόξειεν ἂν ἐναντίον εἶναι τῷ μεγάλων ἀξίῳ ὄντι μεγάλων τὸ μικρῶν ὄντα ἄξιον μικρῶν ἀξιοῦν ἑαυτόν. οὐκ ἔστι δʼ ἐναντίος οὔτε τῷ μὴ μεμπτὸς εἶναι (ὡς γὰρ ὁ λόγος κελεύει, ἔχει)· καὶ ὁ αὐτός ἐστι τῇ φύσει τῷ μεγαλοψύχῳ (ὧν γὰρ ἄξιοι, τούτων ἀξιοῦσιν αὑτοὺς ἄμφω)· καὶ ὃ μὲν γένοιτʼ ἂν μεγαλόψυχος (ἀξιώσει γὰρ ὧν ἐστιν ἄξιος), ὁ δὲ μικρόψυχος, ὃς ὑπαρχόντων αὐτῷ μεγάλων κατὰ τιμὴν ἀγαθῶν οὐκ ἀξιοῖ, τί ἂν ἐποίει, εἰ μικρῶν ἄξιος ἦν; εἰ γὰρ ἂν μεγάλων ἀξιῶν χαῦνος ἦν, ἢ ἐλαττόνων ἔτι. διὸ καὶ οὐθεὶς ἂν εἴποι μικρόψυχον, εἴ τις μέτοικος ὢν ἄρχειν μὴ ἀξιοῖ ἑαυτόν, ἀλλʼ ὑπείκει· ἀλλʼ εἴ τις εὐγενὴς ὢν καὶ ἡγούμενος μέγα εἶναι τὸ ἄρχειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi