Thesauros Edebiyat Felsefe Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Kitap 3

2 περὶ ποῖα μὲν οὖν ἐστιν ἡ ἀνδρεία μεσότης καὶ τίνων καὶ διὰ τί, καὶ τὰ φοβερὰ τίνα δύναμιν ἔχει, σχεδὸν εἴρηται κατὰ τὴν παροῦσαν ἔφοδον ἱκανῶς· περὶ δὲ σωφροσύνης καὶ ἀκολασίας μετὰ ταῦτα διελέσθαι πειρατέον. λέγεται δʼ ὁ ἀκόλαστος πολλαχῶς. ὅ τε γὰρ μὴ κεκολασμένος πως μηδʼ ἰατρευμένος, ὥσπερ ἄτμητος ὁ μὴ τετμημένος, καὶ τούτων ὃ μὲν δυνατός, ὃ δʼ ἀδύνατος· ἄτμητον γὰρ τό τε μὴ δυνάμενον τμηθῆναι καὶ τὸ δυνατὸν μὲν μὴ τετμημένον δέ. τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ ἀκόλαστον. καὶ γὰρ τὸ μὴ πεφυκὸς δέχεσθαι κόλασιν, καὶ τὸ πεφυκὸς μὲν μὴ κεκολασμένον δὲ περὶ ἁμαρτίας, περὶ ἃς ὀρθοπραγεῖ ὁ σώφρων, ὥσπερ οἱ παῖδες· κατὰ ταύτην γὰρ ἀκόλαστοι λέγονται τὴν ἀκοκασίαν. ἔτι δʼ ἄλλον τρόπον οἱ δυσίατοι καὶ οἱ ἀνίατοι πάμπαν διὰ κολάσεως. πλεοναχῶς δὲ λεγομένης τῆς ἀκολασίας, ὅτι μὲν περὶ ἡδονάς τινας καὶ λύπας εἰσί, φανερόν, καὶ ὅτι ἐν τῷ περὶ ταύτας διακεῖσθαί πως καὶ ἀλλήλων διαφέρουσι καὶ τῶν ἄλλων· διεγράψαμεν δὲ πρότερον πῶς τὴν ἀκολασίαν ὀνομάζοντες μεταφέρομεν. τοὺς δὲ ἀκινήτως ἔχοντας διʼ ἀναισθησίαν πρὸς τὰς αὐτὰς ἡδονὰς οἳ μὲν καλοῦσιν ἀναισθήτους, οἳ δὲ ἄλλοις ὀνόμασι τοιούτους προσαγορεύουσιν. ἔστι δʼ οὐ πάνυ γνώριμον τὸ πάθος οὐδʼ ἐπιπόλαιον διὰ τὸ πάντας ἐπὶ θάτερον ἁμαρτάνειν μᾶλλον καὶ πᾶσιν εἶναι σύμφυτον τὴν τῶν τοιούτων ἡδέων ἧτταν καὶ αἴσθησιν. μάλιστα δʼ εἰσὶ τοιοῦτοι, οἵους οἱ κωμῳδοδιδάσκαλοι παράγουσιν ἀγροίκους, οἳ οὐδὲ τὰ μέτρια καὶ τὰ ἀναγκαῖα πλησιάζουσι τοῖς ἡδέσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi