Thesauros Edebiyat Felsefe Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Kitap 7

2 ἡ μὲν οὖν πρώτη φιλία, καὶ διʼ ἣν αἱ ἄλλαι λέγονται, ἡ κατʼ ἀρετὴν ἐστί, καὶ διʼ ἡδονὴν τὴν ἀρετῆς, ὥσπερ εἴρηται πρότερον· αἱ δʼ ἄλλαι ἐγγίνονται φιλίαι καὶ ἐν παισὶ καὶ θηρίοις καὶ τοῖς φαύλοις. ὅθεν λέγεται, ἥλιξ ἥλικα τέρπει καὶ κακὸς κακῷ δὲ συντέτηκεν ἡδονῇ. Eur. Fr. 298 Bellerophontes ἐνδέχεται γὰρ καὶ ἡδεῖς ἀλλήλοις εἶναι τοὺς φαύλους, οὐχ ᾗ φαῦλοι ἢ μηδέτεροι, ἀλλʼ οἷον ᾠδικοὶ ἄμφω, ἢ ὃ μὲν φιλῳδὸς ὁ δʼ ᾠδικὸς ἐστίν, καὶ ᾗ πάντες ἔχουσιν ἀγαθὸν καὶ ταύτῃ συναρμόττουσιν ἀλλήλοις· ἔτι χρήσιμοι ἂν εἶεν ἀλλήλοις καὶ ὠφέλιμοι, οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὴν προαίρεσιν, ἢ ᾗ οὐδέτεροι. ἐνδέχεται δὲ καὶ τὸν ἐπιεικῆ φαύλῳ εἶναι φίλον. καὶ γὰρ χρήσιμος ἂν εἴη πρὸς τὴν προαίρεσιν, ὁ μὲν φαῦλος πρὸς τὴν ὑπάρχουσαν τῷ σπουδαίῳ, ὃ δὲ τῷ μὲν ἀκρατεῖ πρὸς τὴν ὑπάρχουσαν, τῷ δὲ φαύλῳ πρὸς τὴν κατὰ φύσιν· καὶ βουλήσεται τὰ ἀγαθά, ἁπλῶς μὲν τὰ ἁπλῶς, τὰ δʼ ἐκείνῳ ἐξ ὑποθέσεως, ᾗ πενία συμφέρει ἢ νόσος, καὶ ταῦτα τῶν ἁπλῶς ἀγαθῶν ἕνεκα, ὥσπερ καὶ αὐτὸ τὸ φάρμακον πιεῖν· οὐ γὰρ βούλεται, ἀλλὰ τοῦδʼ ἕνεκα βούλεται. ἔτι καθʼ οὓς τρόπους καὶ ἀλλήλοις οἱ μὴ σπουδαῖοι εἶεν ἂν φίλοι. εἴη γὰρ ἂν ἡδὺς οὐχ ᾗ φαῦλος, ἀλλʼ ᾗ τῶν κοινῶν τινος μετέχει, οἷον εἰ μουσικός. ἔτι ᾗ ἔνι τι πᾶσιν ἐπιεικές· διὸ ἔνιοι ὁμιλητικοὶ εἶεν ἂν καὶ σπουδαίῳ. ἢ ᾗ προσαρμόττουσιν ἑκάστῳ· ἔχουσι γάρ τι πάντες τοῦ ἀγαθοῦ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi