Thesauros Edebiyat Felsefe Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Kitap 7

6 ἀπὸ δὲ τῆς πρὸς αὑτὸν ἕξεως ὡς οἱ λοιποὶ τρόποι τοῦ φιλεῖν διωρισμένοι, καθʼ οὓς ἐν τοῖς λόγοις ἐπισκοπεῖν εἰώθαμεν. δοκεῖ γὰρ φίλος εἶναι ὁ βουλόμενός τινι τἀγαθὰ ἢ οἷα οἴεται ἀγαθά, μὴ διʼ αὑτὸν, ἀλλʼ ἐκείνου ἕνεκα· ἄλλον δὲ τρόπον ᾧ τὸ εἶναι βούλεται διʼ ἐκεῖνον καὶ μὴ διʼ αὑτὸν, κἂν εἰ μὴ διανέμων τἀγαθά, μὴ τῷ τὸ εἶναι τούτῳ ἂν δόξειε μάλιστα φιλεῖν· ἄλλον δὲ τρόπον ᾧ συζῆν αἱρεῖται διʼ αὐτὴν τὴν ὁμιλίαν καὶ μὴ διʼ ἕτερόν τι, οἷον οἱ πατέρες τὸ μὲν εἶναι τοῖς τέκνοις, συζῶσι δʼ ἑτέροις. μάχεται δὴ ταῦτα πάντα πρὸς ἄλληλα. οἳ μὲν γὰρ ἂν μὴ τὸ ἑαυτοῖς, οἳ δὲ ἂν μὴ τὸ εἶναι, οἳ δὲ τὸ συζῆν, οὐκ οἴονται φιλεῖσθαι. ἔτι τὸ ἀλγοῦντι συναλγεῖν μὴ διʼ ἕτερόν τι ἀγαπᾶν θήσομεν—οἷον οἱ δοῦλοι πρὸς τοὺς δεσπότας, ὅτι χαλεποὶ ἀλγοῦντες, ἀλλʼ οὐ διʼ αὐτούς, ὥσπερ αἱ μητέρες τοῖς τέκνοις καὶ οἱ συνωδίνοντες ὄρνιθες. βούλεται γὰρ μάλιστά γε οὐ μόνον συλλυπεῖσθαι ὁ φίλος τῷ φίλῳ, ἀλλὰ καὶ τὴν αὐτὴν λύπην, οἷον διψῶντι συνδιψῆν, εἰ ἐνεδέχετο, ὅτι μὴ ἐγγύτατα. ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ χαίρειν· τὸ γὰρ χαίρειν μὴ διʼ ἕτερόν τι, ἀλλὰ διʼ ἐκεῖνον, ὅτι χαίρει, φιλικόν. ἔτι τὰ τοιάδε λέγεται περὶ τῆς φιλίας, ὡς ἰσότης φιλότης, καὶ μὴ μίαν ψυχὴν εἶναι τοὺς ἀληθῶς φίλους. ἅπαντα ταῦτα ἐπαναφέρεται πρὸς τὸν ἕνα. καὶ γὰρ βούλεται τἀγαθὰ αὐτῷ τοῦτον τὸν τρόπον. οὐθεὶς γὰρ αὐτὸς αὑτὸν εὖ ποιεῖ διά τι ἕτερον, οὐδὲ χάριτος. οὐ δὲ λέγει ὅτι ἐποίησεν ᾗ εἷς· δοκεῖ γὰρ φιλεῖσθαι βούλεσθαι ὁ δῆλον ποιῶν ὅτι φιλεῖ, ἀλλʼ οὐ φιλεῖν. καὶ τὸ εἶναι μάλιστα καὶ τὸ συζῆν καὶ τὸ συγχαίρειν καὶ τὸ συναλγεῖν, καὶ μία δὴ ψυχή, καὶ τὸ μὴ δύνασθαι ἄνευ ἀλλήλων μηδὲ ζῆν, ἀλλὰ συναποθνήσκειν.— οὕτω γὰρ ἔχει ὁ εἷς, καὶ ἴσως ὁμιλεῖ αὐτὸς αὑτῷ.—πάντα δὲ ταῦτα τῷ ἀγαθῷ ὑπάρχει πρὸς αὑτόν. ἐν γὰρ τῷ πονηρῷ διαφωνεῖ, οἷον ἐν τῷ ἀκρατεῖ. καὶ διὰ τοῦτο δοκεῖ καὶ ἐχθρὸν ἐνδέχεσθαι αὐτὸν αὑτῷ εἶναι· ᾗ δʼ εἷς καὶ ἀδιαίρετος, ὀρεκτὸς αὐτὸς αὑτοῦ. τοιοῦτος ὁ ἀγαθὸς καὶ ὁ κατʼ ἀρετὴν φίλος, ἐπεὶ ὅ γε μοχθηρὸς οὐχ εἷς ἀλλὰ πολλοί, καὶ τῆς αὐτῆς ἡμέρας ἕτερος καὶ ἔμπληκτος. ὥστε καὶ ἡ αὐτοῦ πρὸς αὑτὸν φιλία ἀνάγεται πρὸς τὴν τοῦ ἀγαθοῦ. ὅτι γάρ πῃ ὁμοιοῖ καὶ εἷς καὶ αὐτὸς αὑτῷ ἀγαθός, ταύτῃ αὐτὸς αὑτῷ φίλος καὶ ὀρεκτός· φύσει δὲ τοιοῦτος, ἀλλʼ ὁ πονηρὸς παρὰ φύσιν. ὁ δʼ ἀγαθὸς οὔθʼ ἅμα λοιδορεῖται ἑαυτῷ, ὥσπερ ὁ ἀκρατής, οὔτε ὁ ὕστερος τῷ πρότερον, ὥσπερ ὁ μεταμελητικός, οὔτε ὁ ἔμπροσθεν τῷ ὕστερον, ὥσπερ ὁ ψεύστης. ὅλως τε εἰ δεῖ ὥσπερ οἱ σοφισταὶ διορίζουσιν, ὥσπερ τὸ Κορίσκος καὶ Κορίσκος σπουδαῖος. δῆλον γὰρ ὡς τὸ αὐτὸ πόσον σπουδαῖον αὐτῶν, ἐπεὶ ὅταν ἐγκαλέσωσιν αὑτοῖς, ἀποκτιννύασιν αὑτούς· ἀλλὰ δοκεῖ πᾶς αὐτὸς αὑτῷ ἀγαθός. ζητεῖ δὲ ὁ ἁπλῶς ὢν ἀγαθὸς εἶναι καὶ αὐτὸς αὑτῷ φίλος, ὥσπερ εἴρηται, ὅτι δύʼ ἔχει ἐν αὑτῷ ἃ φύσει βούλεται εἶναι φίλα καὶ διασπάσαι ἀδύνατον. διὸ ἐπʼ ἀνθρώπου μὲν δοκεῖ ἕκαστος αὐτὸς αὑτῷ φίλος, ἐπὶ δὲ τῶν ἄλλων ζῴων οὔ, οἷον ἵππος αὐτὸς αὑτῷ , οὐκ ἄρα φίλος. ἀλλʼ οὐδὲ τὰ παιδία, ἀλλʼ ὅταν ἤδη ἔχῃ προαίρεσιν· ἤδη γὰρ τότε διαφωνεῖ ὁ νοῦς πρὸς τὴν ἐπιθυμίαν. ἔοικε δʼ ἡ φιλία ἡ πρὸς αὑτὸν τῇ κατὰ συγγένειαν· οὐθέτερον γὰρ ἐφʼ αὑτοῖς λῦσαι, ἀλλὰ κἂν διαφέρωνται, ὅμως οὗτοι μὲν ἔτι συγγενεῖς, ὃ δὲ ἔτι εἷς, ἕως ἂν ζῇ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi