Thesauros Edebiyat Felsefe Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Kitap 7

10 λέγονται δὲ φιλίαι συγγενικὴ ἑταιρικὴ κοινωνικὴ ἡ λεγομένη πολιτική. ἔστι μὲν συγγενικὴ πολλὰ ἔχουσα εἴδη, ἣ μὲν ὡς ἀδελφῶν, ἣ δʼ ὡς πατρὸς καὶ υἱῶν (καὶ γὰρ κατʼ ἀναλογίαν, οἷον ἡ πατρική, καὶ κατʼ ἀριθμόν, οἷον ἡ τῶν ἀδελφῶν· ἐγγὺς γὰρ αὕτη τῆς ἑταιρικῆς· ἐπιλαμβάνουσι γὰρ καὶ ἐνταῦθα πρέσβειον)· ἡ δὲ πολιτικὴ συνέστηκε μὲν κατὰ τὸ χρήσιμον καὶ μάλιστα. διὰ γὰρ τὸ μὴ αὐταρκεῖν δοκοῦσι συνελθεῖν, ἐπεὶ συνῆλθόν γʼ ἂν καὶ τοῦ συζῆν χάριν. μόνη δʼ ἡ πολιτικὴ καὶ ἡ παρʼ αὐτὴν παρέκβασις οὐ μόνον φιλίαι, ἀλλὰ καὶ ὡς φίλοι κοινωνοῦσιν· αἱ δʼ ἄλλαι καθʼ ὑπεροχήν. μάλιστα δὲ δίκαιον τὸ ἐν τῇ τῶν χρησίμων φιλίᾳ, διὰ τὸ τοῦτʼ εἶναι τὸ πολιτικὸν δίκαιον. ἄλλον γὰρ τρόπον συνῆλθον πρίων καὶ τέχνη, οὐχ ἕνεκα κοινοῦ τινος (οἷον γὰρ ὄργανον καὶ ψυχή) ἀλλὰ τοῦ χρωμένου ἕνεκεν. συμβαίνει δὲ καὶ τοῦτο ὄργανον ἐπιμελείας τυγχάνειν, ἧς δίκαιον πρὸς τὸ ἔργον· ἐκείνου γὰρ ἕνεκεν ἐστίν. καὶ τὸ τρυπάνῳ εἶναι διττόν, ὧν τὸ κυριώτερον ἡ ἐνέργεια, ἡ τρύπησις. καὶ ἐν τούτῳ τῷ εἴδει σῶμα καὶ δοῦλος, ὥσπερ εἴρηται πρότερον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi