Kitap 7
11
ἀδικοῦσιν οἱ φίλοι ἀλλήλους ἔνιοι· τὰ γὰρ πράγματα μᾶλλον, ἀλλʼ οὐ φιλοῦσι τὸν ἔχοντα· διὸ φιλεῖ κἀκείνους οἷον διότι ἡδὺς τὸν οἶνον εἵλετο, καὶ ὅτι χρήσιμος τὸν πλοῦτον εἵλετο· χρησιμώτερος γάρ. διὸ οὐ δεῖ ἀγανακτεῖν, ὥσπερ ἂν εἰ μᾶλλον εἵλετο ἀντὶ ἥττονος. οἳ δʼ ἐγκαλοῦσιν· ἐκεῖνον γὰρ νῦν ζητοῦσι τὸν ἀγαθόν, πρότερον ζητήσαντες τὸν ἡδὺν ἢ τὸν χρήσιμον.