Kitap 7
12
ὁ μὲν τοίνυν λόγος ἐκεῖνά φησι διαπορῶν, τὸ δʼ ἔργον οὕτω φαίνεται γινόμενον, ὥστε δῆλον ὅτι παρακρούεταί πως ἡμᾶς ὁ διαπορῶν. σκεπτέον ἔνθεν τἀληθές. ὁ γὰρ φίλος βούλεται εἶναι, ὥσπερ ἡ παροιμία φησίν, ἄλλος Ἡρακλῆς, ἄλλος αὐτός. διέσπασται δὲ καὶ χαλεπὸν τὰ ἐφʼ ἑνὸς γενέσθαι· ἀλλὰ κατὰ μὲν τὴν φύσιν τὸ συγγενέστατον, κατὰ δὲ τὸ σῶμα ὅμοιος ἕτερος, ἄλλος δὲ κατὰ τὴν ψυχήν, καὶ τούτων κατὰ μόριον ἕτερος ἕτερον. ἀλλʼ οὐθέν τε ἧττον βούλεται ὥσπερ αὐτὸς διαιρετὸς εἶναι ὁ φίλος. τὸ οὖν τοῦ φίλου αἰσθάνεσθαι τὸ αὑτοῦ πως ἀνάγκη αἰσθάνεσθαι εἶναι, καὶ τὸ τὸν φίλον γνωρίζειν τὸ αὑτόν πως γνωρίζειν. ὥστε καὶ τὰ φορτικὰ μὲν συνήδεσθαι καὶ συζῆν τῷ φίλῳ ἡδὺ εὐλόγως (συμβαίνει γὰρ ἐκείνου ἅμα αἴσθησις ἀεί), μᾶλλον δὲ τὰς θειοτέρας ἡδονάς. αἴτιον δʼ ὅτι ἀεὶ ἥδιον ἑαυτὸν θεωρεῖν ἐν τῷ βελτίονι ἀγαθῷ. τοῦτο δʼ ἐστὶν ὁτὲ μὲν πάθος, ὁτὲ δὲ πρᾶξις, ὁτὲ δὲ ἕτερόν τι. εἰ δʼ αὐτὸν εὖ ζῆν, καὶ οὕτω καὶ τὸν φίλον, ἐν δὲ τῷ συζῆν συνεργεῖν, ἡ κοινωνία τῶν ἐν τέλει μάλιστά γε. διὸ δεῖ συνθεωρεῖν καὶ συνευωχεῖσθαι, οὐ τὰ διὰ τροφὴν καὶ τὰ ἀναγκαῖα· αἱ τοιαῦται ὁμιλίαι δοκοῦσιν εἶναι, ἀλλὰ ἀπολαύσεις. ἀλλʼ ἕκαστος οὗ δύναται τυγχάνειν τέλους, ἐν τούτῳ βούλεται συζῆν· εἰ δὲ μή, καὶ ποιεῖν εὖ καὶ πάσχειν ὑπὸ τῶν φίλων αἱροῦνται μάλιστα. ὅτι μὲν τοίνυν καὶ δεῖ συζῆν, καὶ ὅτι μάλιστα βούλονται πάντες, καὶ ὅτι ὁ εὐδαιμονέστατος καὶ ἄριστος μάλιστα τοιοῦτος, φανερόν· ὅτι δὲ κατὰ τὸν λόγον οὐκ ἐφαίνετο, καὶ τοῦτʼ εὐλόγως συνέβαινε λέγοντος ἀληθῆ. κατὰ τὴν σύνθεσιν γὰρ τῆς παραβολῆς ἀληθοῦς οὔσης ἡ λύσις οὐκ ἔστιν. ὅτι γὰρ ὁ θεὸς οὐ τοιοῦτος οἷος δεῖσθαι φίλου, καὶ τὸν ὅμοιον ἀξιοῦμεν. καίτοι κατὰ τοῦτον τὸν λόγον οὐδὲ νοήσει ὁ σπουδαῖος· οὐ γὰρ οὕτως ὁ θεὸς εὖ ἔχει, ἀλλὰ βέλτιον ἢ ὥστε ἄλλο τι νοεῖν παρʼ αὐτὸς αὑτόν. αἴτιον δʼ ὅτι ἡμῖν μὲν τὸ εὖ καθʼ ἕτερον, ἐκείνῳ δὲ αὐτὸς αὑτοῦ τὸ εὖ ἐστίν.