Kitap 7
2
ἀνάγκη ἄρα τρία φιλίας εἴδη εἶναι, καὶ μήτε καθʼ ἓν ἁπάσας μηδʼ ὡς εἴδη ἑνὸς γένους, μήτε πάμπαν λέγεσθαι ὁμωνύμως. πρὸς μίαν γάρ τινα λέγονται καὶ πρώτην, ὥσπερ τὸ ἰατρικόν. καὶ γὰρ ψυχὴν ἰατρικὴν καὶ σῶμα λέγομεν καὶ ὄργανον καὶ ἔργον, ἀλλὰ κυρίως τὸ πρῶτον. πρῶτον δʼ οὗ λόγος ἐν ἡμῖν ὑπάρχει. οἷον ὄργανον ἰατρικὸν, ᾧ ἂν ὁ ἰατρὸς χρήσαιτο· ἐν δὲ τῷ τοῦ ἰατροῦ λόγῳ οὐκ ἔστιν ὁ τοῦ ὀργάνου. ζητεῖται μὲν οὖν πανταχοῦ τὸ πρῶτον· διὰ δὲ τὸ καθόλου εἶναι τὸ πρῶτον λαμβάνουσιν καὶ πρῶτον καθόλου, τοῦτο δʼ ἐστὶ ψεῦδος. ὥστε καὶ περὶ τῆς φιλίας οὐ δύνανται πάντʼ ἀποδιδόναι τὰ φαινόμενα. οὐ γὰρ ἐφαρμόττοντος ἑνὸς λόγου οὐκ οἴονται τὰς ἄλλας φιλίας εἶναι· αἳ δʼ εἰσὶ μέν, ἀλλʼ οὐχ ὁμοίως εἰσίν· οἳ δʼ ὅταν ἡ πρώτη μὴ ἐφαρμόττῃ, ὡς οὖσαν καθόλου ἄν, εἴπερ ἦν πρώτη, οὐδʼ εἶναι φιλίας τὰς ἄλλας φασίν· ἔστι δὲ πολλὰ εἴδη φιλίας. τῶν γὰρ ῥηθέντων ἦν ἤδη, ἐπειδὴ διώρισται τριχῶς λέγεσθαι τὴν φιλίαν. ἣ μὲν γὰρ διώρισται διʼ ἀρετήν, ἣ δὲ διὰ τὸ χρήσιμον, ἣ δὲ διὰ τὸ ἡδύ.
2
τούτων ἡ μὲν διὰ τὸ χρήσιμόν ἐστιν ἡ διὰ τῶν πλείστων φιλία (διὰ γὰρ τὸ χρήσιμοι εἶναι φιλοῦσιν ἀλλήλους, καὶ μέχρι τούτου, ὥσπερ ἡ παροιμία Γλαῦκʼ ἐπίκουρος ἀνὴρ τὸν σοφὸν φίλον ἔσκε μάχηται, οὐκέτι γιγνώσκουσιν Ἀθηναῖοι Μεγαρῆας, Fr. Eleg. Adespota 6 (Bergk)) ἡ δὲ διʼ ἡδονὴν τῶν νέων (τούτου γὰρ αἴσθησιν ἔχουσιν· διὸ εὐμετάβολος φιλία ἡ τῶν νέων· μεταβαλλόντων γὰρ τὰ ἤθη κατὰ τὰς ἡλικίας μεταβάλλει καὶ τὸ ἡδύ), ἡ δὲ κατʼ ἀρετὴν τῶν βελτίστων.