Kitap 7
2
ἐπεὶ δʼ ἁπλῶς ἀγαθὸν καὶ ἁπλῶς ἡδὺ τὸ αὐτὸ καὶ ἅμα, ἂν μή τι ἐμποδίζῃ, ὁ δʼ ἀληθινὸς φίλος καὶ ἁπλῶς ὁ πρῶτος ἐστίν, ἔστι δὲ τοιοῦτος ὁ διʼ αὑτὸν αὐτὸς αἱρετός (ἀνάγκη δʼ εἶναι τοιοῦτον· ὡς γὰρ βούλεταί τις διʼ αὑτὸν εἶναι τἀγαθά, ἀνάγκη καὶ αὐτὸν αἱρεῖσθαι εἶναι), ὁ δʼ ἀληθινὸς φίλος καὶ ἡδύς ἐστιν ἁπλῶς· διὸ δοκεῖ καὶ ὁ ὁπωσοῦν φίλος ἡδύς. ἔτι δὲ διοριστέον περὶ τούτου μᾶλλον· ἔχει ἐπίστασιν, πότερον γὰρ τὸ αὐτῷ ἀγαθὸν ἢ τὸ ἁπλῶς ἀγαθὸν φίλον, καὶ πότερον τὸ κατʼ ἐνέργειαν φιλεῖν μεθʼ ἡδονῆς, ὥστε καὶ τὸ φιλητὸν ἡδύ, ἢ οὔ. ἄμφω γὰρ εἰς ταὐτὸ συνακτέον· τά τε γὰρ μὴ ἁπλῶς ἀγαθὰ ἀλλὰ κακὰ ἁπλῶς τύχῃ φευκτά· καὶ τὸ μὴ αὐτῷ ἀγαθὸν οὐθὲν πρὸς αὐτόν, ἀλλὰ τοῦτʼ ἐστιν ὃ ζητεῖται, τὰ ἁπλῶς ἀγαθὰ οὕτως εἶναι ἀγαθά. ἔστι γὰρ αἱρετὸν μὲν τὸ ἁπλῶς ἀγαθόν, αὐτῷ δὲ τὸ αὑτῷ ἀγαθόν· ἃ δεῖ συμφωνῆσαι. καὶ τοῦτο ἡ ἀρετὴ ποιεῖ· καὶ ἡ πολιτικὴ ἐπὶ τούτῳ, ὅπως οἷς μήπω ἐστὶ γένηται. εὐθέτως δὲ καὶ πρὸ ὁδοῦ ἄνθρωπος ὤν (φύσει γὰρ αὐτῷ ἀγαθὰ τὰ ἁπλῶς ἀγαθά), ὁμοίως δὲ καὶ ἀνὴρ ἀντὶ γυναικὸς καὶ εὐφυὴς ἀφυοῦς, διὰ τοῦ ἡδέος δὲ ἡ ὁδός· ἀνάγκη εἶναι τὰ καλὰ ἡδέα. ὅταν δὲ τοῦτο διαφωνῇ, οὔπω σπουδαῖον τελέως· ἐνδέχεται γὰρ ἐγγενέσθαι ἀκρασίαν· τῷ γὰρ διαφωνεῖν τἀγαθὸν τῷ ἡδεῖ ἐν τοῖς πάθεσιν ἀκρασία ἐστίν.