Thesauros Edebiyat Felsefe Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Kitap 7

2 ὥστʼ ἐπειδὴ ἡ πρώτη φιλία κατʼ ἀρετήν, ἔσονται καὶ αὐτοὶ ἁπλῶς ἀγαθοί. τοῦτο δʼ οὐχ ὅτι χρήσιμοι, ἀλλʼ ἄλλον τρόπον· διχῶς γὰρ ἔχει τὸ τῳδὶ ἀγαθὸν καὶ ἁπλῶς ἀγαθόν. καὶ ὁμοίως ὥσπερ ἐπὶ τοῦ ὠφελίμου, καὶ ἐπὶ τῶν ἕξεων. ἄλλο γὰρ τὸ ἁπλῶς ὠφέλιμον καὶ τὸ καλὸν τοιοῦτον γυμνάζεσθαι πρὸς τὸ φαρμακεύεσθαι. ὥστε καὶ ἡ ἕξις ἡ ἀνθρώπου ἀρετή. ἔστω γὰρ ὁ ἄνθρωπος τῶν φύσει σπουδαίων· ἡ γὰρ τοῦ φύσει σπουδαίου ἀρετὴ ἁπλῶς ἀγαθόν, ἡ δὲ τοῦ μὴ ἐκείνῳ. ὁμοίως δὴ ἔχει καὶ τὸ ἡδύ. ἐνταῦθα γὰρ ἐπιστατέον, καὶ σκεπτέον πότερόν ἐστιν ἄνευ ἡδονῆς φιλία, καὶ τί διαφέρει, καὶ ἐν ποτέρῳ ποτʼ ἐστὶ τὸ φιλεῖν, καὶ πότερον ὅτι ἀγαθός, κἂν εἰ μὴ ἡδύς, ἀλλʼ οὐ διὰ τοῦτο, διχῶς δὴ λεγομένου τοῦ φιλεῖν, πότερον ὅτι ἀγαθὸν τὸ κατʼ ἐνέργειαν οὐκ ἄνευ ἡδονῆς φαίνεται. δῆλον δʼ ὅτι ὥσπερ ἐπὶ τῆς ἐπιστήμης αἱ πρόσφατοι θεωρίαι καὶ μαθήσεις αἰσθηταὶ μάλιστα τῷ ἡδεῖ, οὕτω καὶ αἱ τῶν συνήθων ἀναγνωρίσεις, καὶ ὁ λόγος ὁ αὐτὸς ἐπʼ ἀμφοῖν. φύσει γοῦν τὸ ἁπλῶς ἀγαθὸν ἡδὺ ἁπλῶς, καὶ οἷς ἀγαθόν, τούτοις ἡδύ. διὸ εὐθὺς τὰ ὅμοια ἀλλήλοις χαίρει, καὶ ἀνθρώπῳ ἥδιστον ἄνθρωπος. ὥστʼ ἐπεὶ καὶ ἀτελεῖ, δῆλον ὅτι καὶ τελειωθέντι· ὁ δὲ σπουδαῖος τέλειος. εἰ δὲ τὸ κατʼ ἐνέργειαν φιλεῖν μεθʼ ἡδονῆς ἀντιπροαίρεσις τῆς ἀλλήλων γνωρίσεως, δῆλον ὅτι καὶ ὅλως ἡ φιλία ἡ πρώτη ἀντιπροαίρεσις τῶν ἁπλῶς ἀγαθῶν καὶ ἡδέων, ὅτι ἀγαθὰ καὶ ἡδέα. ἔστι δʼ αὕτη ἡ φιλία ἕξις ἀφʼ ἧς ἡ τοιαύτη προαίρεσις. τὸ γὰρ ἔργον αὐτῆς ἐνέργεια, αὕτη δʼ οὐκ ἔξω, ἀλλʼ ἐν αὐτῷ τῷ φιλοῦντι, δυνάμεως δὲ πάσης ἔξω· ἢ γὰρ ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον. διὸ τὸ φιλεῖν χαίρειν, ἀλλʼ οὐ τὸ φιλεῖσθαι ἐστίν. τὸ μὲν γὰρ φιλεῖσθαι φιλητοῦ ἐνέργεια, τὸ δὲ καὶ φιλίας, καὶ τὸ μὲν ἐν ἐμψύχῳ, τὸ δὲ καὶ ἐν ἀψύχῳ· φιλεῖται γὰρ καὶ τὰ ἄψυχα. ἐπεὶ δὲ τὸ φιλεῖν τὸ κατʼ ἐνέργειαν τὸ φιλούμενον ὅ ἐστὶ χρῆσθαι ᾗ φιλούμενον, ὁ δὲ φίλος φιλούμενον τῷ φίλῳ ᾗ φίλος, ἀλλὰ μὴ ᾗ μουσικὸς ἢ ᾗ ἰατρικός· ἡδονὴ τοίνυν ἡ ἀπʼ αὐτοῦ, ᾗ αὐτός, αὕτη φιλική. αὐτὸν γὰρ φιλεῖ, οὐχ ὅτι ἄλλος. ὥστʼ ἂν μὴ χαίρῃ ᾗ ἀγαθός, οὐχ ἡ πρώτη φιλία. οὐδὲ δεῖ ἐμποδίζειν οὐθὲν τῶν συμβεβηκότων μᾶλλον ἢ τὸ ἀγαθὸν εὐφραίνειν. τί γὰρ σφόδρα δυσώδης λείπεται; ἀγαπᾶται γὰρ τῷ εὐνοεῖν, συζῇ δὲ μή.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi