Thesauros Edebiyat Felsefe Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Kitap 7

2 αὕτη μὲν οὖν ἡ πρώτη φιλία, ἣν πάντες ὁμολογοῦσιν· αἱ δʼ ἄλλαι διʼ αὐτὴν καὶ δοκοῦσι καὶ ἀμφισβητοῦνται. βέβαιον γάρ τι δοκεῖ ἡ φιλία· μόνη δʼ αὕτη βέβαιος. τὸ γὰρ κεκριμένον βέβαιον, τὰ δὲ μὴ ταχὺ γινόμενα μηδὲ ῥᾳδίως οὐ ποιεῖ τὴν κρίσιν ὀρθήν. οὐκ ἔστι δʼ ἄνευ πίστεως φιλία βέβαιος· ἡ δὲ πίστις οὐκ ἄνευ χρόνου. δεῖ γὰρ πεῖραν λαβεῖν, ὥσπερ λέγει καὶ Θέογνις· οὐ γὰρ ἂν εἰδείης ἀνδρὸς νόον οὐδὲ γυναικός, πρὶν πειραθείης ὥσπερ ὑποζυγίου. Theog. 125f. οὐδʼ ἄνευ χρόνου φίλος, ἀλλὰ βούλονται φίλοι, καὶ μάλιστα λανθάνει ἡ τοιαύτη ἕξις ὡς φιλία. ὅταν γὰρ προθύμως ἔχωσι φίλοι εἶναι, διὰ τὸ πάνθʼ ὑπηρετεῖν τὰ φιλικὰ ἀλλήλοις, οἴονται οὐ βούλεσθαι φίλοι, ἀλλʼ εἶναι φίλοι. τὸ δʼ ὥσπερ ἐπὶ τῶν ἄλλων συμβαίνει καὶ ἐπὶ τῆς φιλίας· οὐ γὰρ εἰ βούλονται ὑγιαίνειν, ὑγιαίνουσιν, ὥστʼ οὐδʼ εἰ φίλοι βούλονται, ἤδη καὶ φίλοι εἰσίν. σημεῖον δέ· εὐδιάβλητοι γὰρ οἱ διακείμενοι ἄνευ πείρας τοῦτον τὸν τρόπον· περὶ ὧν μὲν γὰρ πεῖραν δεδώκασιν ἀλλήλοις, οὐκ εὐδιάβλητοι, περὶ ὧν δὲ μή, πεισθεῖεν ἂν ὅταν σύμβολα λέγωσιν οἱ διαβάλλοντες. ἅμα δὲ φανερὸν ὅτι οὐδʼ ἐν τοῖς φαύλοις αὕτη ἡ φιλία· ἄπιστος γὰρ ὁ φαῦλος καὶ κακοήθης πρὸς πάντας· αὑτῷ γὰρ μετρεῖ τοὺς ἄλλους. διὸ εὐεξαπατητότεροί εἰσιν οἱ ἀγαθοί, ἂν μὴ διὰ πεῖραν ἀπιστῶσιν. οἱ δὲ φαῦλοι αἱροῦνται τὰ φύσει ἀγαθὰ ἀντὶ τοῦ φίλου, καὶ οὐθεὶς φιλεῖ μᾶλλον ἄνθρωπον ἢ πράγματα. ὥστʼ οὐ φίλοι. οὐ γὰρ γίνεται οὕτω κοινὰ τὰ φίλων· προσνέμεται γὰρ ὁ φίλος τοῖς πράγμασιν, οὐ τὰ πράγματα τοῖς φίλοις. οὐ γίνεται ἄρʼ ἡ φιλία ἡ πρώτη ἐν πολλοῖς, ὅτι χαλεπὸν πολλῶν πεῖραν λαβεῖν· ἑκάστῳ γὰρ ἂν ἔδει συζῆσαι. οὐδὲ δὴ αἱρετέον ὁμοίως περὶ ἱματίου καὶ φίλου· καίτοι ἐν πᾶσι δοκεῖ τοῦ νοῦν ἔχοντος δυοῖν τὸ βέλτιον αἱρεῖσθαι, καὶ εἰ μὲν τῷ χείρονι πάλαι ἐχρῆτο, τῷ βελτίονι δὲ μηδέπω, τοῦθʼ αἱρετέον, ἀλλʼ οὐκ ἀντὶ τοῦ πάλαι φίλου τὸν ἀγνῶτα εἰ βελτίων· οὐ γάρ ἐστιν ἄνευ πείρας οὐδὲ μιᾶς ἡμέρας ὁ φίλος, ἀλλὰ χρόνου δεῖ. διὸ εἰς παροιμίαν ἐλήλυθεν ὁ μέδιμνος τῶν ἁλῶν· ἅμα δὲ δεῖ μὴ μόνον ἁπλῶς ἀγαθὸν εἶναι, ἀλλὰ καὶ σοί, εἰ δὴ φίλος ἔσται σοὶ φίλος. ἀγαθὸς μὲν γὰρ ἁπλῶς ἐστι τῷ ἀγαθὸς εἶναι, φίλος δὲ τῷ ἄλλῳ ἀγαθός, ἁπλῶς δʼ ἀγαθὸς καὶ φίλος, ὅταν συμφωνήσῃ ταῦτʼ ἄμφω, ὥστε ὅ ἐστιν ἁπλῶς ἀγαθόν, τὸ τούτου ἄλλῳ, εἰ καὶ μὴ ἁπλῶς μὲν σπουδαίῳ, ἄλλῳ δʼ ἀγαθός, ὅτι χρήσιμος. τὸ δὲ πολλοῖς ἅμα εἶναι φίλον καὶ τὸ φιλεῖν κωλύει· οὐ γὰρ οἷόν τε ἅμα πρὸς πολλοὺς ἐνεργεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi