Thesauros Edebiyat Felsefe Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Kitap 8

3 ἔστι δέ τις ἕξις πολιτική, οἵαν οἱ Λάκωνες ἔχουσιν ἢ ἄλλοι τοιοῦτοι ἔχοιεν ἄν. αὕτη δʼ ἐστὶν ἕξις τοιαύτη. εἰσὶ γὰρ οἳ οἴονται τὴν ἀρετὴν δεῖν μὲν ἔχειν, ἀλλὰ τῶν φύσει ἀγαθῶν ἕνεκεν. διὸ ἀγαθοὶ μὲν ἄνδρες εἰσί (τὰ γὰρ φύσει μὲν ἀγαθὰ αὐτοῖς ἐστίν), καλοκἀγαθίαν δὲ οὐκ ἔχουσιν. οὐ γὰρ ὑπάρχει αὐτοῖς τὰ καλὰ διʼ αὑτά, καὶ προαιροῦνται καλοὶ κἀγαθοὶ, καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ μὴ καλὰ μὲν φύσει ὄντα, ἀγαθὰ δὲ φύσει ὄντα τούτοις καλά. καλὰ γάρ ἐστιν ὅταν, οὗ ἕνεκα πράττουσι καὶ αἱροῦνται, καλὰ ᾖ, διότι τῷ καλῷ κἀγαθῷ καλά ἐστι τὰ φύσει ἀγαθά. καλὸν γὰρ τὸ δίκαιον· τοῦτο δὲ τὸ κατʼ ἀξίαν· ἄξιος δʼ οὗτος τούτων. καὶ τὸ πρέπον καλόν· πρέπει δὲ ταῦτα τούτῳ, πλοῦτος εὐγένεια δύναμις. ὥστε τῷ καλῷ κἀγαθῷ καὶ αὐτὰ τὰ συμφέροντα καὶ καλά ἐστι· τοῖς δὲ πολλοῖς διαφωνεῖ τοῦτο. οὐ γὰρ τὰ ἁπλῶς ἀγαθὰ κἀκείνοις ἀγαθὰ ἐστί, τῷ δʼ ἀγαθῷ ἀγαθά. τῷ δὲ καλῷ κἀγαθῷ καὶ καλά. πολλὰς γὰρ καὶ καλὰς πράξεις διʼ αὑτὰς ἔπραξεν. ὁ δʼ οἰόμενος τὰς ἀρετὰς ἔχειν δεῖν ἕνεκα τῶν ἐκτὸς ἀγαθῶν, κατὰ τὸ συμβεβηκὸς τὰ καλὰ πράττει. ἔστιν οὖν καλοκἀγαθία ἀρετὴ τέλειος.
3 καὶ περὶ ἡδονῆς δʼ εἴρηται ποῖόν τι καὶ πῶς ἀγαθόν, καὶ ὅτι τά τε ἁπλῶς ἡδέα καὶ καλὰ καὶ τὰ τε ἁπλῶς ἀγαθὰ ἡδέα. οὐ γίνεται δὲ ἡδονὴ μὴ ἐν πράξει· διὰ τοῦτο ὁ ἀληθῶς εὐδαίμων καὶ ἥδιστα ζήσει, καὶ τοῦτο οὐ μάτην οἱ ἄνθρωποι ἀξιοῦσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi