Kitap 5
9
ἀπορήσειε δʼ ἄν τις, εἰ ἱκανῶς διώρισται περὶ τοῦ ἀδικεῖσθαι καὶ ἀδικεῖν, πρῶτον μὲν εἰ ἔστιν ὥσπερ Εὐριπίδης εἴρηκε, λέγων ἀτόπως μητέρα κατέκταν τὴν ἐμήν, βραχὺς λόγος. ἑκὼν ἑκοῦσαν, ἢ οὐχ ἑκοῦσαν οὐχ ἑκών; πότερον γὰρ ὡς ἀληθῶς ἔστιν ἑκόντα ἀδικεῖσθαι, ἢ οὒ ἀλλʼ ἀκούσιον ἅπαν, ὥσπερ καὶ τὸ ἀδικεῖν πᾶν ἑκούσιον; καὶ ἆρα πᾶν οὕτως ἢ ἐκείνως, ὥσπερ καὶ τὸ ἀδικεῖν πᾶν ἑκούσιον, ἢ τὸ μὲν ἑκούσιον τὸ δʼ ἀκούσιον; ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοῦσθαι· τὸ γὰρ δικαιοπραγεῖν πᾶν ἑκούσιον· ὥστʼ εὔλογον ἀντικεῖσθαι ὁμοίως καθʼ ἑκάτερον, τό τʼ ἀδικεῖσθαι καὶ δικαιοῦσθαι ἢ ἑκούσιον ἢ ἀκούσιον εἶναι. ἄτοπον δʼ ἂν δόξειε καὶ ἐπὶ τοῦ δικαιοῦσθαι, εἰ πᾶν ἑκούσιον· ἔνιοι γὰρ δικαιοῦνται οὐχ ἑκόντες. ἔπειτα καὶ τόδε διαπορήσειεν ἄν τις, πότερον ὁ τὸ ἄδικον πεπονθὼς ἀδικεῖται πᾶς, ἢ ὥσπερ καὶ ἐπὶ τοῦ πράττειν, καὶ ἐπὶ τοῦ πάσχειν ἐστίν· κατὰ συμβεβηκὸς γὰρ ἐνδέχεται ἐπʼ ἀμφοτέρων μεταλαμβάνειν τῶν δικαίων· ὁμοίως δὲ δῆλον ὅτι καὶ ἐπὶ τῶν ἀδίκων· οὐ γὰρ ταὐτὸν τὸ τἄδικα πράττειν τῷ ἀδικεῖν οὐδὲ τὸ ἄδικα πάσχειν τῷ ἀδικεῖσθαι· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοπραγεῖν καὶ δικαιοῦσθαι· ἀδύνατον γὰρ ἀδικεῖσθαι μὴ ἀδικοῦντος ἢ δικαιοῦσθαι μὴ δικαιοπραγοῦντος. εἰ δʼ ἐστὶν ἁπλῶς τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα τινά, τὸ δʼ ἑκόντα εἰδότα καὶ ὃν καὶ ᾧ καὶ ὥς, ὁ δʼ ἀκρατὴς ἑκὼν βλάπτει αὐτὸς αὑτόν, ἑκών τʼ ἂν ἀδικοῖτο κἂν ἐνδέχοιτο αὐτὸς αὑτὸν ἀδικεῖν. ἔστι δὲ καὶ τοῦτο ἓν τῶν ἀπορουμένων, εἰ ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν. ἔτι ἑκὼν ἄν τις διʼ ἀκρασίαν ὑπʼ ἄλλου βλάπτοιτο ἑκόντος, ὥστʼ εἴη ἂν ἑκόντʼ ἀδικεῖσθαι. ἢ οὐκ ὀρθὸς ὁ διορισμός, ἀλλὰ προσθετέον τῷ βλάπτειν εἰδότα καὶ ὃν καὶ ᾧ καὶ ὣς τὸ παρὰ τὴν ἐκείνου βούλησιν; βλάπτεται μὲν οὖν τις ἑκὼν καὶ τἄδικα πάσχει, ἀδικεῖται δʼ οὐδεὶς ἑκών· οὐδεὶς γὰρ βούλεται, οὐδʼ ὁ ἀκρατής, ἀλλὰ παρὰ τὴν βούλησιν πράττει· οὔτε γὰρ βούλεται οὐδεὶς ὃ μὴ οἴεται εἶναι σπουδαῖον, ὅ τε ἀκρατὴς οὐχ ἃ οἴεται δεῖν πράττειν πράττει. ὁ δὲ τὰ αὑτοῦ διδούς, ὥσπερ Ὅμηρός φησι δοῦναι τὸν Γλαῦκον τῷ Διομήδει χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων, Hom. Il. 6.236 οὐκ ἀδικεῖται· ἐπʼ αὐτῷ γάρ ἐστι τὸ διδόναι, τὸ δʼ ἀδικεῖσθαι οὐκ ἐπʼ αὐτῷ, ἀλλὰ τὸν ἀδικοῦντα δεῖ ὑπάρχειν. περὶ μὲν οὖν τοῦ ἀδικεῖσθαι, ὅτι οὐχ ἑκούσιον, δῆλον.