Kitap 7
9
ἐπεὶ δʼ ἔστι τις καὶ τοιοῦτος οἷος ἧττον ἢ δεῖ τοῖς σωματικοῖς χαίρειν, καὶ οὐκ ἐμμένων τῷ λόγῳ, ὁ τοιοῦτος τούτου καὶ τοῦ ἀκρατοῦς μέσος ὁ ἐγκρατής· ὁ μὲν γὰρ ἀκρατὴς οὐκ ἐμμένει τῷ λόγῳ διὰ τὸ μᾶλλόν τι, οὗτος δὲ διὰ τὸ ἧττόν τι· ὁ δʼ ἐγκρατὴς ἐμμένει καὶ οὐδὲ διʼ ἕτερον μεταβάλλει. δεῖ δέ, εἴπερ ἡ ἐγκράτεια σπουδαῖον, ἀμφοτέρας τὰς ἐναντίας ἕξεις φαύλας εἶναι, ὥσπερ καὶ φαίνονται· ἀλλὰ διὰ τὸ τὴν ἑτέραν ἐν ὀλίγοις καὶ ὀλιγάκις εἶναι φανεράν, ὥσπερ ἡ σωφροσύνη τῇ ἀκολασίᾳ δοκεῖ ἐναντίον εἶναι μόνον, οὕτω καὶ ἡ ἐγκράτεια τῇ ἀκρασίᾳ. ἐπεὶ δὲ καθʼ ὁμοιότητα πολλὰ λέγεται, καὶ ἡ ἐγκράτεια ἡ τοῦ σώφρονος καθʼ ὁμοιότητα ἠκολούθηκεν· ὅ τε γὰρ ἐγκρατὴς οἷος μηδὲν παρὰ τὸν λόγον διὰ τὰς σωματικὰς ἡδονὰς ποιεῖν καὶ ὁ σώφρων, ἀλλʼ ὃ μὲν ἔχων ὃ δʼ οὐκ ἔχων φαύλας ἐπιθυμίας, καὶ ὃ μὲν τοιοῦτος οἷος μὴ ἥδεσθαι παρὰ τὸν λόγον, ὃ δʼ οἷος ἥδεσθαι ἀλλὰ μὴ ἄγεσθαι. ὅμοιοι δὲ καὶ ὁ ἀκρατὴς καὶ ἀκόλαστος, ἕτεροι μὲν ὄντες, ἀμφότεροι δὲ τὰ σωματικὰ ἡδέα διώκουσιν, ἀλλʼ ὃ μὲν καὶ οἰόμενος δεῖν, ὃ δʼ οὐκ οἰόμενος.