Thesauros Edebiyat Felsefe Οἰκονομικά

Οἰκονομικά

Οἰκονομικά Aristotle

Kitap 2

23 Σάμον δὲ πολιορκῶν τοὺς καρποὺς καὶ τὰ ἐπὶ τῶν ἀγρῶν ἀπεδίδοτο αὐτοῖς τοῖς Σαμίοις, ὥστε εὐπόρησε χρημάτων εἰς μισθοὺς τοῖς στρατιώταις. τῶν τε ἐπιτηδείων ἐπεὶ σπάνις ἦν ἐν τῷ στρατοπέδῳ διὰ τοὺς ἀφικνουμένους, ἀπηγόρευσε μὴ πωλεῖν σῖτον ἀληλεσμένον μηδὲ μέτρον ἔλασσον ἢ μέδιμνον, μηδὲ τῶν ὑγρῶν μηθὲν ἔλαττον ἢ μετρητήν. οἱ μὲν οὖν ταξίαρχοί τε καὶ λοχαγοὶ ἀγοράζοντες ἀθρόα διεδίδοσαν τοῖς στρατιώταις, οἱ δὲ εἰσαφικνούμενοι ἦγον αὑτοῖς τὰ ἐπιτήδεια· ὁπότε δὲ ἀπαλλάττοιντο, εἴ τι περίλοιπον εἴη αὐτοῖς, ἐπώλουν. ὥστε συνέβαινεν εὐπορεῖσθαι τοὺς στρατιώτας τῶν ἐπιτηδείων.
24 Διδάλης Πέρσης ἔχων στρατιώτας τὰ μὲν καθʼ ἡμέραν πορίζειν ἐδύνατο ἐκ τῆς πολεμίας αὐτοῖς, νόμισμα δὲ οὐκ ἔχων διδόναι, ἀπαιτούμενος δέ, χρόνου γενομένου οὗ ὤφειλε, τεχνάζει τοιόνδε.ἐκκλησίαν συναγαγὼν ἔφη οὐκ ἀπορεῖσθαι χρημάτων, ἀλλʼ εἶναι αὑτῷ ἐν χωρίῳ τινί, λέγων ἐν ᾧ εἴη. καὶ ἀναζεύξας ἐβάδιζεν ἐπʼ αὐτό· εἶτα, ὡς ἐγγὺς τοῦ χωρίου ἐγένετο, προελθὼν εἰς αὐτὸ ἔλαβεν ἐκ τῶν ἐνόντων ἱερῶν ὅσος ἐνῆν κοῖλος ἄργυρος· εἶτʼ ἐπισκευάσας τὰς ἡμιόνους ὡς ἀγούσας ἀργύριον παραφαινούσας τε ταῦτα ἐβάδιζεν. ἰδόντες δὲ οἱ στρατιῶται καὶ νομίσαντες ἅπαντα εἶναι ἄργυρον τὰ ἀγόμενα, ἐθάρρησαν ὡς κομιούμενοι τὸν μισθόν. ὁ δὲ ἔφη δεῖν εἰς Ἀμισὸν ἐλθόντας ἐπισημήνασθαι· ἦν δʼ εἰς τὴν Ἀμισὸν ὁδὸς πολλῶν τε ἡμερῶν καὶ χειμέριος· τὸν δὴ χρόνον τοῦτον ἀπεχρᾶτο τῷ στρατοπέδῳ τὰ ἐπιτήδεια μόνον διδούς.
24 τούς τε τεχνίτας τοὺς ἐν τῷ στρατοπέδῳ αὐτὸς εἶχε καὶ τοὺς καπήλους τοὺς μεταβαλλομένους τι· ἄλλῳ δὲ οὐκ ἦν οὐθενὶ οὐθὲν τούτων ποιεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi