Kitap 2
33
Ἀλεξάνδρου τοῦ βασιλέως ἐντειλαμένου αὐτῷ οἰκίσαι πόλιν πρὸς τῇ Φάρῳ καὶ τὸ ἐμπόριον τὸ πρότερον ὂν ἐπὶ τοῦ Κανώβου ἐνταῦθα ποιῆσαι, καταπλεύσας εἰς τὸν Κάνωβον πρὸς τοὺς ἱερεῖς καὶ τοὺς κτήματα ἔχοντας ἐκεῖ ἐπὶ τούτῳ ἥκειν ἔφη ὥστε μετοικίσαι αὐτούς. οἱ δὲ ἱερεῖς καὶ οἱ κάτοικοι εἰσενέγκαντες χρήματα ἔδωκαν, ἵνʼ ἐᾷ κατὰ χώραν αὐτοῖς τὸ ἐμπόριον. ὁ δὲ λαβὼν τότε μὲν ἀπηλλάγη, εἶτα δὲ καταπλεύσας, ἐπεὶ ἦν εὐτρεπῆ αὐτῷ τὰ πρὸς τὴν οἰκοδομίαν, ᾔτει αὐτοὺς χρήματα ὑπερβαλὼν τῷ πλήθει· τοῦτο γὰρ αὑτῷ τὸ διάφορον εἶναι, τὸ αὐτοῦ εἶναι τὸ ἐμπόριον καὶ μὴ ἐκεῖ. ἐπεὶ δʼ οὐκ ἂν ἔφασαν δύνασθαι δοῦναι, μετῴκισεν αὐτούς.
33
ἀποστείλας τέ τινα ἐπʼ ἀγοράσμά τε καὶ αἰσθόμενος ὅτι εὐώνων ἐπιτετύχηκεν, αὐτῷ δὲ μέλλει ἐκτετιμημένα λογίζεσθαι, πρὸς τοὺς συνήθεις τοῦ ἀγοραστοῦ ἔλεγεν ὅτι ἀκηκοὼς εἴη τὰ ἀγοράσματα αὐτὸν ὑπερτίμια ἠγορακέναι· αὐτὸς οὖν οὐ προσέξειν· καὶ ἅμα τὴν ἀβελτερίαν αὐτοῦ ἐλοιδόρει μετʼ ὀργῆς προσποιητοῦ. οἱ δὲ ταῦτα ἀκούοντες οὐκ ἔφασαν δεῖν πιστεύειν αὐτὸν τοῖς λέγουσί τι κατʼ ἐκείνου, ἕως αὐτὸς παραγενόμενος τὸν λόγον αὐτῷ δῷ. ἀφικομένου δὲ τοῦ ἀγοραστοῦ ἀπήγγειλαν αὐτῷ τὰ παρὰ τοῦ Κλεομένους· ὁ δʼ ἐκείνοις τε βουλόμενος ἐνδείξασθαι καὶ τῷ Κλεομένει, ἀνήνεγκε τὰς τιμὰς ὧνπερ ἦν ἠγορακώς.
33
τοῦ τε σίτου πωλουμένου ἐν τῇ χώρᾳ δεκαδράχμου, καλέσας τοὺς ἐργαζομένους ἠρώτα, πόσου βούλονται αὑτῷ ἐργάζεσθαι· οἱ δʼ ἔφασαν ἐλάσσονος ἢ ὅσου ἂν τοῖς ἐμπόροις ἐπώλουν. ὁ δʼ ἐκείνους μὲν ἐκέλευσεν αὑτῷ παραδιδόναι ὅσουπερ ἐπώλουν τοῖς ἄλλοις· αὐτὸς δὲ τάξας τριάκοντα καὶδύο δραχμὰς τοῦ σίτου τιμὴν οὕτως ἐπώλει.
33
τούς τε ἱερεῖς καλέσας ἔφησε πολὺ τὸ ἀνώμαλον ἀνάλωμα ἐν τῇ χώρᾳ γίνεσθαι εἰς τὰ ἱερά· δεῖν οὖν καὶ τῶν ἱερῶν τινα καὶ τῶν ἱερέων τὸ πλῆθος καταλυθῆναι. οἱ δὲ ἱερεῖς καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ τὰ ἱερὰ χρήματα ἐδίδοσαν, οἰόμενοί τε αὐτὸν τῇ ἀληθείᾳ μέλλειν τοῦτο ποιεῖν, καὶ ἕκαστος βουλόμενος τό τε ἱερὸν τὸ αὑτοῦ μείναι κατὰ χώραν καὐτὸς ἱερεύς.