Thesauros Edebiyat Felsefe Οἰκονομικά

Οἰκονομικά

Οἰκονομικά Aristotle

Kitap 2

20 τῶν τε πολιτῶν διὰ τὰς εἰσφορὰς οὐ τρεφόντων βοσκήματα, εἶπεν ὅτι ἱκανὰ ἦν αὑτῷ πρὸς τοσοῦτον· τοὺς οὖν νῦν τι κτησαμένους ἀτελεῖς ἔσεσθαι. πολλῶν δὲ ταχὺ κτησαμένων πολλὰ βοσκήματα, ὡς ἀτελῆ ἑξόντων, ἐπεὶ καιρὸν ᾤετο εἶναι, τιμήσασθαι κελεύσας ἐπέβαλε τέλος. οἱ οὖν πολῖται ἀγανακτήσαντες ἐπὶ τῷ ἐξηπατῆσθαι, σφάζοντες ἐπώλουν. ὡς δὲ πρὸς τοῦτο ἔταξε σφάζεσθαι ὅσα δεῖ τῆς ἡμέρας, οἱ δὲ πάλιν ἱερόθυτα ἐποίουν· ὁ δὲ ἀπεῖπε θῆλυ μὴ θύειν.
20 πάλιν τε δεηθεὶς χρημάτων ἐκέλευσεν ἀπογράψασθαι χρημάτων πρὸς αὑτὸν ὅσοι οἶκοί εἰσιν ὀρφανικοί. ἀπογραψαμένων δὲ ἄλλων τὰ τούτων χρήματα ἀπεχρᾶτο, ἕως ἕκαστος εἰς ἡλικίαν ἔλθοι.
20 Ῥήγιόν τε καταλαβών, ἐκκλησίαν συναγαγὼν εἶπε διότι δικαίως μὲν ἂν ἐξανδραποδισθεῖεν ὑπʼ αὐτοῦ,νῦν μέντοι τὰ εἰς τὸν πόλεμον ἀνηλωμένα χρήματα κομισάμενος καὶ ὑπὲρ ἑκάστου σώματος τρεῖς μνᾶς ἀφήσειν αὐτούς. οἱ δὲ Ῥηγῖνοι ὅσα ποτʼ ἦν αὐτοῖς ἀποκεκρυμμένα ἐμφανῆ ἐποίουν καὶ οἱ ἄποροι παρὰ τῶν εὐπορωτέρων καὶ παρὰ τῶν ξένων δανειζόμενοι ἐπόρισαν ἃ ἐκέλευσε χρήματα. λαβὼν δὲ ταῦτα παρʼ αὐτῶν τά τε σώματα πάντα οὐδὲν ἧττον ἀπέδοτο τά τε σκεύη, ἃ τότε ἦν ἀποκεκρυμμένα, ἐμφανῆ ἅπαντα ἔλαβε.
20 δανεισάμενός τε παρὰ τῶν πολιτῶν χρήματα ἐπʼ ἀποδόσει, ὡς ἀπῄτουν αὐτόν, ἐκέλευσεν ἀναφέρειν ὅσον ἔχει τις ἀργύριον πρὸς αὐτόν· εἰ δὲ μή, θάνατον ἔταξε τὸ ἐπιτίμιον. ἀνενεχθέντος δὲ τοῦ ἀργυρίου, ἐπικόψας χαρακτῆρα ἐξέδωκε τὴν δραχμὴν δύο δυναμένην δραχμὰς καὶ τό τε ὀφειλόμενον πρότερον ἀνήνεγκαν πρὸς αὐτόν.
20 εἰς Τυρρηνίαν τε πλεύσας ναυσὶν ἑκατόν, ἔλαβεν ἐκ τοῦ τῆς Λευκοθέας ἱεροῦ χρυσίον τε καὶ ἀργύριον πολὺ καὶ τὸν ἄλλον κόσμον οὐκ ὀλίγον. εἰδὼς δὲ ὅτι καὶ οἱ ναῦται πολλὰ ἔχουσι, κήρυγμα ἐποιήσατο τὰ ἡμίσεα ὧν ἔχει ἕκαστος ἀναφέρειν πρὸς αὑτόν, τὰ δʼ ἡμίσεα ἔχειν τὸν λαβόντα· τῷ δὲ μὴ ἀνενέγκαντι θάνατον ἔταξε τὸ ἐπιτίμιον. ὑπολαβόντες δὲ οἱ ναῦται ἀνενεγκόντες τὰ ἡμίσεα τὰ κατάλοιπα ἔχειν, ἀδεῶς ἀνήνεγκαν· ὃ δʼ ἐπείπερ ἐκεῖνα ἔλαβεν, ἐκέλευσε πάλιν τὰ ἡμίσεα ἀναφέρειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi