Kitap 1
7.21
καὶ ὃ κρίνειαν ἂν ἢ κεκρίκασιν οἱ φρόνιμοι ἢ πάντες ἢ οἱ πολλοὶ ἢ οἱ πλείους ἢ οἱ κράτιστοι ἀγαθὸν μεῖζον, ἀνάγκη οὕτως ἔχειν, ἢ ἁπλῶς ἢ ᾗ κατὰ τὴν φρόνησιν ἔκριναν. ἔστι δὲ τοῦτο κοινὸν καὶ κατὰ τῶν ἄλλων· καὶ γὰρ τὶ καὶ ποσὸν καὶ ποιὸν οὕτως ἔχει ὡς ἂν ἡ ἐπιστήμη καὶ ἡ φρόνησις εἴποι. ἀλλʼ ἐπʼ ἀγαθῶν εἰρήκαμεν· ὥρισται γὰρ ἀγαθὸν εἶναι ὃ λαβὸν τὰ πράγματα φρόνησιν ἕλοιτʼ ἂν ἕκαστον· δῆλον οὖν ὅτι καὶ μεῖζον ὃ μᾶλλον ἡ φρόνησις λέγει.
7.22
καὶ τὸ τοῖς βελτίοσιν ὑπάρχον, ἢ ἁπλῶς ἢ ᾗ βελτίους, οἷον ἡ ἀνδρεία ἰσχύος. καὶ ὃ ἕλοιτʼ ἂν ὁ βελτίων, ἢ ἁπλῶς ἢ ᾗ βελτίων, οἷον τὸ ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν· τοῦτο γὰρ ὁ δικαιότερος ἂν ἕλοιτο.
7.23
καὶ τὸ ἥδιον τοῦ ἧττον ἡδέος· τὴν γὰρ ἡδονὴν πάντα διώκει, καὶ αὑτοῦ ἕνεκα τοῦ ἥδεσθαι ὀρέγονται, ὥρισται δὲ τούτοις τὸ ἀγαθὸν καὶ τὸ τέλος· ἥδιον δὲ τό τε ἀλυπότερον καὶ τὸ πολυχρονιώτερον ἡδύ.
7.24
καὶ τὸ κάλλιον τοῦ ἧττον καλοῦ· τὸ γὰρ καλόν ἐστιν ἤτοι τὸ ἡδὺ ἢ τὸ καθʼ αὑτὸ αἱρετόν.
7.25
καὶ ὅσων αὐτοὶ αὑτοῖς ἢ φίλοις βούλονται αἴτιοι εἶναι μᾶλλον, ταῦτα μείζω ἀγαθά, ὅσων δὲ ἧττον, μείζω κακά.
7.26
καὶ τὰ πολυχρονιώτερα τῶν ὀλιγοχρονιωτέρων καὶ τὰ βεβαιότερα τῶν ἀβεβαιοτέρων· ὑπερέχει γὰρ ἡ χρῆσις τῶν μὲν τῷ χρόνῳ τῶν δὲ τῇ βουλήσει· ὅταν γὰρ βούλωνται, ὑπάρχει μᾶλλον ἡ τοῦ βεβαίου.
7.27
καὶ ὡς ἂν ἓν τῶν συστοίχων καὶ τῶν ὁμοίων πτώσεων, καὶ τἆλλʼ ἀκολουθεῖ, οἷον εἰ τὸ ἀνδρείως κάλλιον καὶ αἱρετώτερον τοῦ σωφρόνως, καὶ ἀνδρεία σωφροσύνης αἱρετωτέρα καὶ τὸ ἀνδρεῖον εἶναι τοῦ σωφρονεῖν.
7.28
καὶ ὃ πάντες αἱροῦνται τοῦ μὴ ὃ πάντες. καὶ ὃ οἱ πλείους ἢ ὃ οἱ ἐλάττους· ἀγαθὸν γὰρ ἦν οὗ πάντες ἐφίενται, ὥστε καὶ μεῖζον οὗ μᾶλλον. καὶ ὃ οἱ ἀμφισβητοῦντες ἢ οἱ ἐχθροί, ἢ οἱ κρίνοντες ἢ οὓς οὗτοι κρίνουσιν· τὸ μὲν γὰρ ὡς ἂν εἰ πάντες φαῖέν ἐστι, τὸ δὲ οἱ κύριοι καὶ οἱ εἰδότες.
7.29
καὶ ὁτὲ μὲν οὗ πάντες μετέχουσι μεῖζον· ἀτιμία γὰρ τὸ μὴ μετέχειν· ὁτὲ δὲ οὗ μηδεὶς ἢ οὗ ὀλίγοι· σπανιώτερον γάρ.
7.30
καὶ τὰ ἐπαινετώτερα· καλλίω γάρ. καὶ ὧν αἱ τιμαὶ μείζους, ὡσαύτως· ἡ γὰρ τιμὴ ὥσπερ ἀξία τίς ἐστιν. καὶ ὧν αἱ ζημίαι μείζους.