Kitap 1
11.22
καὶ τὸ εὖ ποιεῖν καὶ τὸ εὖ πάσχειν τῶν ἡδέων· τὸ μὲν γὰρ εὖ πάσχειν τυγχάνειν ὧν ἐπιθυμοῦσι, τὸ δὲ εὖ ποιεῖν ἔχειν καὶ ὑπερέχειν, ὧν ἀμφοτέρων ἐφίενται. διὰ δὲ τὸ ἡδὺ εἶναι τὸ εὐποιητικόν, καὶ τὸ ἐπανορθοῦν ἡδὺ τοῖς ἀνθρώποις ἐστὶν τοὺς πλησίον, καὶ τὸ τὰ ἐλλιπῆ ἐπιτελεῖν.
11.23
ἐπεὶ δὲ τὸ μανθάνειν τε ἡδὺ καὶ τὸ θαυμάζειν, καὶ τὰ τοιάδε ἀνάγκη ἡδέα εἶναι, οἷον τό τε μιμούμενον, ὥσπερ γραφικὴ καὶ ἀνδριαντοποιία καὶ ποιητική, καὶ πᾶν ὃ ἂν εὖ μεμιμημένον ᾖ, κἂν ᾖ μὴ ἡδὺ αὐτὸ τὸ μεμιμημένον· οὐ γὰρ ἐπὶ τούτῳ χαίρει, ἀλλὰ συλλογισμὸς ἔστιν ὅτι τοῦτο ἐκεῖνο, ὥστε μανθάνειν τι συμβαίνει.
11.24
καὶ αἱ περιπέτειαι καὶ τὸ παρὰ μικρὸν σώζεσθαι ἐκ τῶν κινδύνων· πάντα γὰρ θαυμαστὰ ταῦτα.
11.25
καὶ ἐπεὶ τὸ κατὰ φύσιν ἡδύ, τὰ συγγενῆ δὲ κατὰ φύσιν ἀλλήλοις ἐστίν, πάντα τὰ συγγενῆ καὶ ὅμοια ἡδέα ὡς ἐπὶ τὸ πολύ, οἷον ἄνθρωπος ἀνθρώπῳ καὶ ἵππος ἵππῳ καὶ νέος νέῳ, ὅθεν καὶ αἱ παροιμίαι εἴρηνται, ὡς ἧλιξ ἥλικα τέρπει, καὶ ὡς αἰεὶ τὸν ὁμοῖον, καὶ ἔγνω δὲ θὴρ θῆρα, καὶ γὰρ κολοιὸς παρὰ κολοιόν, καὶ ὅσα ἄλλα τοιαῦτα.
11.26
ἐπεὶ δὲ τὸ ὅμοιον καὶ τὸ συγγενὲς ἑαυτῷ ἡδὺ ἅπαν, μάλιστα δὲ αὐτὸς πρὸς ἑαυτὸν ἕκαστος τοῦτο πέπονθεν, ἀνάγκη πάντας φιλαύτους εἶναι ἢ μᾶλλον ἢ ἧττον· πάντα γὰρ τὰ τοιαῦτα ὑπάρχει πρὸς αὑτὸν μάλιστα. ἐπεὶ δὲ φίλαυτοι πάντες, καὶ τὰ αὑτῶν ἀνάγκη ἡδέα εἶναι πᾶσιν, οἷον ἔργα καὶ λόγους· διὸ καὶ φιλοκόλακες ὡς ἐπὶ τὸ πολὺ καὶ φιλερασταὶ καὶ φιλόμαιμοι καὶ φιλότεκνοι· αὐτῶν γὰρ ἔργον τὰ τέκνα. καὶ τὸ τὰ ἐλλιπῆ ἐπιτελεῖν ἡδύ·
11.27
αὐτῶν γὰρ ἔργον ἤδη γίγνεται. καὶ ἐπεὶ τὸ ἄρχειν ἥδιστον, καὶ τὸ σοφὸν δοκεῖν εἶναι ἡδύ· ἀρχικὸν γὰρ τὸ φρονεῖν, ἔστιν δʼ ἡ σοφία πολλῶν καὶ θαυμαστῶν ἐπιστήμη. ἔτι ἐπεὶ φιλότιμοι ὡς ἐπὶ τὸ πολύ, ἀνάγκη καὶ τὸ ἐπιτιμᾶν τοῖς πέλας ἡδὺ εἶναι καὶ τὸ ἄρχειν,
11.28
καὶ τὸ ἐν ᾧ δοκεῖ βέλτιστος αὐτὸς αὑτοῦ εἶναι, ἐνταῦθα διατρίβειν, ὥσπερ καὶ ὁ ποιητής φησι κἀπὶ τοῦτʼ ἐπείγει, νέμων ἑκάστης ἡμέρας πλεῖστον μέρος, ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει βέλτιστος ὤν. Eur. fr. 183