Thesauros Edebiyat Felsefe Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Kitap 1

12.8 καὶ οἷς ὑπάρχει κρύψις ἢ τρόποις ἢ τόποις, ἢ διαθέσεις εὔποροι. καὶ ὅσοις μὴ λανθάνουσιν ἔστιν δίωσις δίκης ἢ ἀναβολὴ χρόνου ἢ διαφθοραὶ κριτῶν. καὶ οἷς, ἐὰν γένηται ζημία, ἔστιν δίωσις τῆς ἐκτίσεως ἢ ἀναβολὴ χρόνιος. ἢ εἰ διʼ ἀπορίαν μηδὲν ἔχει ὅ τι ἀπολέσει.
12.9 καὶ οἷς τὰ μὲν κέρδη φανερὰ ἢ μεγάλα ἢ ἐγγύς, αἱ δὲ ζημίαι μικραὶ ἢ ἀφανεῖς ἢ πόρρω. καὶ ᾧ μὴ ἔστιν τιμωρία ἴση τῇ ὠφελείᾳ, οἷον δοκεῖ ἡ τυρρανίς.
12.10 καὶ ὅσοις τὰ μὲν ἀδικήματα λήμματα, αἱ δὲ ζημίαι ὀνείδη μόνον. καὶ οἷς τοὐναντίον τὰ μὲν ἀδικήματα εἰς ἔπαινόν τινα, οἷον εἰ συνέβη ἅμα τιμωρήσασθαι ὑπὲρ πατρὸς ἢ μητρός, ὥσπερ Ζήνωνι, αἱ δὲ ζημίαι εἰς χρήματα ἢ φυγὴν ἢ τοιοῦτόν τι· διʼ ἀμφότερα γὰρ ἀδικοῦσι καὶ ἀμφοτέρως ἔχοντες, πλὴν οὐχ οἱ αὐτοὶ ἀλλʼ οἱ ἐναντίοι τοῖς ἤθεσιν.
12.11 καὶ οἱ πολλάκις ἢ λεληθότες ἢ μὴ ἐζημιωμένοι, καὶ οἱ πολλάκις ἀποτετυχηκότες (εἰσὶ γάρ τινες καὶ ἐν τοῖς τοιούτοις, ὥσπερ ἐν τοῖς πολεμικοῖς, οἷοι ἀναμάχεσθαι).
12.12 καὶ οἷς ἂν παραχρῆμα ᾖ τὸ ἡδύ, τὸ δὲ λυπηρὸν ὕστερον, ἢ τὸ κέρδος, ἡ δὲ ζημία ὕστερον· οἱ γὰρ ἀκρατεῖς τοιοῦτοι, ἔστιν δὲ ἀκρασία περὶ πάντα ὅσων ὀρέγονται.
12.13 καὶ οἷς ἂν τοὐναντίον τὸ μὲν λυπηρὸν ἤδη ᾖ ἢ ἡ ζημία, τὸ δὲ ἡδὺ καὶ τὸ ὠφέλιμον ὕστερα καὶ χρονιώτερα· οἱ γὰρ ἐγκρατεῖς καὶ φρονιμώτεροι τὰ τοιαῦτα διώκουσιν.
12.14 καὶ οἷς ἂν ἐνδέχηται διὰ τύχην δόξαι πρᾶξαι ἢ διʼ ἀνάγκην ἢ διὰ φύσιν ἢ διʼ ἔθος, καὶ ὅλως ἁμαρτεῖν ἀλλὰ μὴ ἀδικεῖν.
12.15 καὶ οἷς ἂν ᾖ τοῦ ἐπιεικοῦς τυχεῖν. καὶ ὅσοι ἂν ἐνδεεῖς ὦσιν· διχῶς δέ εἰσιν ἐνδεεῖς· ἢ γὰρ ὡς ἀναγκαίου, ὥσπερ οἱ πένητες, ἢ ὡς ὑπερβολῆς, ὥσπερ οἱ πλούσιοι.
12.16 καὶ οἱ σφόδρα εὐδοκιμοῦντες καὶ οἱ σφόδρα ἀδοξοῦντες, οἱ μὲν ὡς οὐ δόξοντες, οἱ δʼ ὡς οὐδὲν μᾶλλον ἀδοξοῦντες.
12.17 αὐτοὶ μὲν οὖν οὕτως ἔχοντες ἐπιχειροῦσιν ἀδικεῖν, ἀδικοῦσι δὲ τοὺς τοιούτους καὶ τὰ τοιαῦτα, τοὺς ἔχοντας ὧν αὐτοὶ ἐνδεεῖς ἢ εἰς τἀναγκαῖα ἢ εἰς ὑπεροχὴν ἢ εἰς ἀπόλαυσιν,
12.18 καὶ τοὺς πόρρω καὶ τοὺς ἐγγύς· τῶν μὲν γὰρ ἡ λῆψις ταχεῖα, τῶν δʼ ἡ τιμωρία βραδεῖα, οἷον οἱ συλῶντες τοὺς Καρχηδονίους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi