Kitap 1
12.19
καὶ τοὺς μὴ εὐλαβεῖς μηδὲ φυλακτικοὺς ἀλλὰ πιστευτικούς· ῥᾴδιον γὰρ πάντας λαθεῖν. καὶ τοὺς ῥαθύμους· ἐπιμελοῦς γὰρ τὸ ἐπεξελθεῖν. καὶ τοὺς αἰσχυντηλούς· οὐ γὰρ μαχητικοὶ περὶ κέρδους.
12.20
καὶ τοὺς ὑπὸ πολλῶν ἀδικηθέντας καὶ μὴ ἐπεξελθόντας, ὡς ὄντας κατὰ τὴν παροιμίαν τούτους Μυσῶν λείαν.
12.21
καὶ τοὺς μηδεπώποτε καὶ τοὺς πολλάκις· ἀμφότεροι γὰρ ἀφύλακτοι, οἱ μὲν ὡς οὐδέποτε, οἱ δʼ ὡς οὐκ ἂν ἔτι.
12.22
καὶ τοὺς διαβεβλημένους ἢ εὐδιαβόλους· οἱ τοιοῦτοι γὰρ οὔτε προαιροῦνται, φοβούμενοι τοὺς κριτάς, οὔτε δύνανται πείθειν, ὡς μισούμενοι καὶ φθονούμενοι.
12.23
καὶ πρὸς οὓς ἔχουσι πρόφασιν ἢ προγόνων ἢ αὐτῶν ἢ φίλων ἢ ποιησάντων κακῶς ἢ μελλησάντων, ἢ αὐτοὺς ἢ προγόνους ἢ ὧν κήδονται· ὥσπερ γὰρ ἡ παροιμία, προφάσεως δεῖται μόνον ἡ πονηρία.
12.24
καὶ τοὺς ἐχθροὺς καὶ τοὺς φίλους· τοὺς μὲν γὰρ ῥᾴδιον, τοὺς δὲ ἡδύ. καὶ τοὺς ἀφίλους, καὶ τοὺς μὴ δεινοὺς εἰπεῖν ἢ πρᾶξαι· ἢ γὰρ οὐκ ἐγχειροῦσιν ἐπεξιέναι, ἢ καταλλάττονται, ἢ οὐδὲν περαίνουσιν.
12.25
καὶ οἷς μὴ λυσιτελεῖ διατρίβειν ἐπιτηροῦσιν ἢ δίκην ἢ ἔκτισιν, οἷον οἱ ξένοι καὶ αὐτουργοί· ἐπὶ μικρῷ τε γὰρ διαλύονται καὶ ῥᾳδίως καταπαύονται.
12.26
καὶ τοὺς πολλὰ ἠδικηκότας, ἢ τοιαῦτα οἷα ἀδικοῦνται· ἐγγὺς γάρ τι δοκεῖ τοῦ μὴ ἀδικεῖν εἶναι ὅταν τι τοιοῦτον ἀδικηθῇ τις οἷον εἰώθει καὶ αὐτὸς ἀδικεῖν· λέγω δʼ οἷον εἴ τις τὸν εἰωθότα ὑβρίζειν αἰκίσαιτο.
12.27
καὶ τοὺς ἢ πεποιηκότας κακῶς ἢ βουληθέντας ἢ βουλομένους ἢ ποιήσοντας· ἔχει γὰρ καὶ τὸ ἡδὺ καὶ τὸ καλόν, καὶ ἐγγὺς τοῦ μὴ ἀδικεῖν φαίνεται.
12.28
καὶ οἷς χαριοῦνται ἢ φίλοις ἢ θαυμαζομένοις ἢ ἐρωμένοις ἢ κυρίοις ἢ ὅλως πρὸς οὓς ζῶσιν αὐτοί.
12.29
καὶ πρὸς οὓς ἔστιν ἐπιεικείας τυχεῖν. καὶ οἷς ἂν ἐγκεκληκότες ὦσιν καὶ προδιακεχωρηκότες, οἷον Κάλλιππος ἐποίησεν τὰ περὶ Δίωνα· καὶ γὰρ τὰ τοιαῦτα ἐγγὺς τοῦ μὴ ἀδικεῖν φαίνεται.
12.30
καὶ τοὺς ὑπʼ ἄλλων μέλλοντας, ἂν μὴ αὐτοί, ὡς οὐκέτι ἐνδεχόμενον βουλεύσασθαι, ὥσπερ λέγεται Αἰνεσίδημος Γέλωνι πέμψαι κοττάβια ἀνδραποδισαμένῳ , ὅτι ἔφθασεν, ὡς καὶ αὐτὸς μέλλων.