Kitap 1
13.3
πρὸς οὓς δέ, διώρισται δίχα· ὥρισται γὰρ πρὸς τὸ κοινὸν ἢ πρὸς ἕνα τῶν κοινωνούντων ἃ δεῖ πράττειν καὶ μὴ πράττειν· διὸ καὶ τἀδικήματα καὶ τὰ δικαιώματα διχῶς ἔστιν ἀδικεῖν καὶ δικαιοπραγεῖν· ἢ γὰρ πρὸς ἕνα καὶ ὡρισμένον ἢ πρὸς τὸ κοινόν· ὁ γὰρ μοιχεύων καὶ τύπτων ἀδικεῖ τινα τῶν ὡρισμένων, ὁ δὲ μὴ στρατευόμενος τὸ κοινόν.
13.4
ἁπάντων δὴ τῶν ἀδικημάτων διῃρημένων, καὶ τῶν μὲν ὄντων πρὸς τὸ κοινὸν τῶν δὲ πρὸς ἄλλον ἢ πρὸς ἄλλους, ἀναλαβόντες τί ἐστιν τὸ ἀδικεῖσθαι λέγωμεν.
13.5
ἔστι δὴ τὸ ἀδικεῖσθαι τὸ ὑπὸ ἑκόντος τὰ ἄδικα πάσχειν· τὸ γὰρ ἀδικεῖν ὥρισται πρότερον ἑκούσιον εἶναι.
13.6
ἐπεὶ δʼ ἀνάγκη τὸν ἀδικούμενον βλάπτεσθαι καὶ ἑκουσίως βλάπτεσθαι, αἱ μὲν βλάβαι ἐκ τῶν πρότερον φανεραί εἰσιν· τὰ γὰρ ἀγαθὰ καὶ τὰ κακὰ εἴρηται καθʼ αὑτὰ πρότερον καὶ τὰ ἑκούσια, ὅτι ἔστιν ὅσα εἰδότες,
13.7
ὥστʼ ἀνάγκη πάντα τὰ ἐγκλήματα ἢ πρὸς τὸ κοινὸν ἢ πρὸς τὸ ἴδιον εἶναι, καὶ ἢ ἀγνοοῦντος καὶ ἄκοντος ἢ ἑκόντος καὶ εἰδότος, καὶ τούτων τὰ μὲν προελομένου τὰ δὲ διὰ πάθος.
13.8
περὶ μὲν οὖν θυμοῦ ῥηθήσεται ἐν τοῖς περὶ τὰ πάθη, ποῖα δὲ προαιροῦνται καὶ πῶς ἔχοντες εἴρηται πρότερον.
13.9
ἐπεὶ δʼ ὁμολογοῦντες πολλάκις πεπραχέναι ἢ τὸ ἐπίγραμμα οὐχ ὁμολογοῦσιν ἢ περὶ ὃ τὸ ἐπίγραμμα, οἷον λαβεῖν μὲν ἀλλʼ οὐ κλέψαι, καὶ πατάξαι πρότερον ἀλλʼ οὐχ ὑβρίσαι, καὶ συγγενέσθαι ἀλλʼ οὐ μοιχεῦσαι, ἢ κλέψαι μὲν ἀλλʼ οὐχ ἱεροσυλῆσαι (οὐ γὰρ θεοῦ τι), ἢ ἐπεργάσασθαι μὲν ἀλλʼ οὐ δημοσίαν, ἢ διειλέχθαι μὲν τοῖς πολεμίοις ἀλλʼ οὐ προδοῦναι, διὰ ταῦτα δέοι ἂν καὶ περὶ τούτων διωρίσθαι, τί κλοπή, τί ὕβρις, τί μοιχεία, ὅπως ἐάν τε ὑπάρχειν ἐάν τε μὴ ὑπάρχειν βουλώμεθα δεικνύναι ἔχωμεν ἐμφανίζειν τὸ δίκαιον.