Thesauros Edebiyat Felsefe Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Kitap 1

14.4 καὶ ὃ μόνος ἢ πρῶτος ἢ μετʼ ὀλίγων πεποίηκεν. καὶ τὸ πολλάκις τὸ αὐτὸ ἁμαρτάνειν μέγα. καὶ διʼ ὃ ἂν ζητηθῇ καὶ εὑρεθῇ τὰ κωλύοντα καὶ ζημιοῦντα, οἷον ἐν Ἄργει ζημιοῦται διʼ ὃν ἂν νόμος τεθῇ καὶ διʼ οὓς τὸ δεσμωτήριον ᾠκοδομήθη.
14.5 καὶ τὸ θηριωδέστερον ἀδίκημα μεῖζον. καὶ ὃ ἐκ προνοίας μᾶλλον. καὶ ὃ οἱ ἀκούοντες φοβοῦνται μᾶλλον ἢ ἐλεοῦσιν. καὶ τὰ μὲν ῥητορικά ἐστι τοιαῦτα, ὅτι πολλὰ ἀνῄρηκεν ἢ ὑπερβέβηκεν, οἷον ὅρκους, δεξιάς, πίστεις, ἐπιγαμίας· πολλῶν γὰρ ἀδικημάτων ὑπεροχή.
14.6 καὶ τὸ ἐνταῦθα οὗ κολάζονται οἱ ἀδικοῦντες, ὅπερ ποιοῦσιν οἱ ψευδομαρτυροῦντες· ποῦ γὰρ οὐκ ἂν ἀδικήσαιεν, εἴ γε καὶ ἐν τῷ δικαστηρίῳ; καὶ ἐφʼ οἷς αἰσχύνη μάλιστα. καὶ εἰ τοῦτον ὑφʼ οὗ εὖ πέπονθεν· πλείω γὰρ ἀδικεῖ, ὅτι τε κακῶς ποιεῖ καὶ ὅτι οὐκ εὖ.
14.7 καὶ ὃ παρὰ τὰ ἄγραφα δίκαια· ἀμείνονος γὰρ μὴ διʼ ἀνάγκην δίκαιον εἶναι· τὰ μὲν οὖν γεγραμμένα ἐξ ἀνάγκης, τὰ δʼ ἄγραφα οὔ. ἄλλον δὲ τρόπον, εἰ παρὰ τὰ γεγραμμένα· ὁ γὰρ τὰ φοβερὰ ἀδικῶν καὶ τὰ ἐπιζήμια καὶ τὰ ἀζήμια ἀδικήσειεν ἄν. περὶ μὲν οὖν ἀδικήματος μείζονος καὶ ἐλάττονος εἴρηται.
15.1 περὶ δὲ τῶν ἀτέχνων καλουμένων πίστεων ἐχόμενόν ἐστι τῶν εἰρημένων ἐπιδραμεῖν· ἴδιαι γὰρ αὗται τῶν δικανικῶν.
15.2 εἰσὶν δὲ πέντε τὸν ἀριθμόν, νόμοι, μάρτυρες, συνθῆκαι, βάσανοι, ὅρκοι.
15.3 πρῶτον μὲν οὖν περὶ νόμων εἴπωμεν, πῶς χρηστέον καὶ προτρέποντα καὶ ἀποτρέποντα καὶ κατηγοροῦντα καὶ ἀπολογούμενον.
15.4 φανερὸν γὰρ ὅτι, ἐὰν μὲν ἐναντίος ᾖ ὁ γεγραμμένος τῷ πράγματι, τῷ κοινῷ χρηστέον καὶ τοῖς ἐπιεικεστέροις καὶ δικαιοτέροις.
15.5 καὶ ὅτι τὸ γνώμῃ τῇ ἀρίστῃ τοῦτʼ ἐστίν, τὸ μὴ παντελῶς χρῆσθαι τοῖς γεγραμμένοις.
15.6 καὶ ὅτι τὸ μὲν ἐπιεικὲς ἀεὶ μένει καὶ οὐδέποτε μεταβάλλει, οὐδʼ ὁ κοινός (κατὰ φύσιν γάρ ἐστιν), οἱ δὲ γεγραμμένοι πολλάκις, ὅθεν εἴρηται τὰ ἐν τῇ Σοφοκλέους Ἀντιγόνῃ· ἀπολογεῖται γὰρ ὅτι ἔθαψε παρὰ τὸν τοῦ Κρέοντος νόμον, ἀλλʼ οὐ παρὰ τὸν ἄγραφον, οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε ταῦτʼ οὖν ἐγὼ οὐκ ἔμελλον ἀνδρὸς οὐδενός . Soph. Ant. 456, 458

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi