Thesauros Edebiyat Felsefe Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Kitap 1

15.31 εἰ δὲ δίδωσιν, ὅτι εὐσεβὲς τὸ θέλειν τοῖς θεοῖς ἐπιτρέπειν, καὶ ὅτι οὐδὲν δεῖ αὐτὸν ἄλλων δικαστῶν δεῖσθαι (αὐτοῖς γὰρ δίδωσι κρίσιν),
15.32 καὶ ὅτι ἄτοπον τὸ μὴ θέλειν ὀμνύναι περὶ ὧν ἄλλους ἀξιοῦσιν ὀμνύναι.
15.32 ἐπεὶ δὲ καθʼ ἕκαστον δῆλον ὅπως λεκτέον, καὶ συνδυαζομένων πῶς λεκτέον δῆλον, οἷον εἰ αὐτὸς μὲν θέλει λαμβάνειν διδόναι δὲ μή, καὶ εἰ δίδωσι μὲν λαμβάνειν δὲ μὴ θέλει, καὶ εἰ λαμβάνειν καὶ διδόναι θέλει εἴτε μηδέτερον· ἐκ γὰρ τῶν εἰρημένων ἀνάγκη συγκεῖσθαι, ὥστε καὶ τοὺς λόγους συγκεῖσθαι ἐκ τῶν εἰρημένων.
15.32 ἐὰν δὲ ᾖ γεγενημένος ὑφʼ αὑτοῦ καὶ ἐναντίος, ὅτι οὐκ ἐπιορκία· ἑκούσιον γὰρ τὸ ἀδικεῖν, τὸ δʼ ἐπιορκεῖν ἀδικεῖν ἐστι, τὰ δὲ βίᾳ καὶ ἀπάτῃ ἀκούσια.
15.33 ἐνταῦθα οὖν συνακτέον καὶ τὸ ἐπιορκεῖν, ὅτι ἔστι τὸ τῇ διανοίᾳ ἀλλʼ οὐ τῷ στόματι. ἐὰν δὲ τῷ ἀντιδίκῳ ᾖ ὑπεναντίος καὶ ὀμωμοσμένος, ὅτι πάντα ἀναιρεῖ μὴ ἐμμένων οἷς ὤμοσεν· διὰ γὰρ τοῦτο καὶ τοῖς νόμοις χρῶνται ὀμόσαντες. καὶ ὑμᾶς μὲν ἀξιοῦσιν ἐμμένειν οἷς ὀμόσαντες δικάζετε, αὐτοὶ δὲ οὐκ ἐμμένουσιν. καὶ ὅσα ἂν ἄλλα αὔξων τις εἴπειεν. περὶ μὲν οὖν τῶν ἀτέχνων πίστεων εἰρήσθω τοσαῦτα.
← Önceki 54 / 54

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi